Textus Originalis
292 DIODOR. XI 48. 49.
λεύτησε δὲ καὶ Ἀναξίλας ὁ ῾Ρηγίου καὶ Ζάγκλης τύραννος, δυναστεύσας ἔτη δέκα ὀκτώ, τὴν δὲ τυ- ραννίδα διεδέξατο Μίκυθος, πιστευθεὶς ὥστε ἀπο- δοῦναι τοῖς τέκνοις τοῦ τελευτήσαντος οὖσι νέοις 3 τὴν ἡλικίαν. Ἱέρων δὲ ὁ βασιλεὺς τῶν Συρακο- 5 σίων μετὰ τὴν τοῦ Γέλωνος τελευτὴν τὸν μὲν ἀδελ- φὸν Πολύζηλον ὁρῶν εὐδοκιμοῦντα παρὰ τοῖς Συ- ρακοσίοις, καὶ νομίζων αὐτὸν ἔφεδρον ὑπάρχειν τῆς βασιλείας, ἔσπευδεν ἐκποδὼν ποιήσασθαι, αὐτὸς δὲ ξενολογῶν καὶ περὶ αὑτὸν σύστημα ξένων παρα- 10 σκευάζων ὑπελάμβανεν ἀσφαλῶς καθέξειν τὴν βα- 4 σιλείαν. διὸ καὶ Συβαριτῶν πολιορκουμένων ὑπὸ Κροτωνιατῶν καὶ δεομένων βοηθῆσαι, στρατιώτας πολλοὺς κατέγραψεν εἰς τὴν στρατιάν, ἣν παρεδί- δου Πολυζήλῳ τἀδελφῷ νομίζων αὐτὸν ὑπὸ τῶν 15 5 Κροτωνιατῶν ἀναιρεθήσεσθαι. τοῦ δὲ Πολυζήλου 441 πρὸς τὴν στρατείαν οὐχ ὑπακούσαντος διὰ τὴν ῥη- θεῖσαν ὑποψίαν, δι᾿ ὀργῆς εἶχε τὸν ἀδελφόν, καὶ φυγόντος πρὸς Θήρωνα τὸν Ἀκραγαντίνων τύραν- 6 νον, καταπολεμῆσαι τοῦτον παρεσκευάζετο. μετὰ 20 δὲ ταῦτα Θρασυδαίου τοῦ Θήρωνος ἐπιστατοῦντος τῆς τῶν Ἱμεραίων πόλεως βαρύτερον τοῦ καθήκον- τος, συνέβη τοὺς Ἱμεραίους ἀπαλλοτριωθῆναι παν- 7 τελῶς ἀπ᾿ αὐτοῦ. πρὸς μὲν οὖν τὸν πατέρα πο- ρεύεσθαί τε καὶ κατηγορεῖν ἀπεδοκίμαζον, νομίζοντες 25 οὐχ ἕξειν ἴσον ἀκουστήν· πρὸς δὲ τὸν Ἱέρωνα πρέσβεις ἀπέστειλαν κατηγοροῦντες τοῦ Θρασυδαίου
1 ὁ om. PA ζάκλης P 10 αὐτὸν PAF 14 στρα- τιάν Dind., στρατείαν cod. 19 φυγόντα cod., corr. Dind. ἀκραγαντῖνον P 24 ὑπ᾿ P 27 κατηγοροῦντας Pa