Textus Originalis

Ol. 76, 1 : 476 a. Chr. 293

καὶ ἐπαγγελλόμενοι τήν τε πόλιν ἐκείνῳ παραδώ- σειν καὶ συνεπιθήσεσθαι τοῖς περὶ τὸν Θήρωνα. ὁ δὲ Ἱέρων κρίνας εἰρηνικῶς διαλύσασθαι πρὸς τὸν 8 Θήρωνα, προύδωκε τοὺς Ἱμεραίους καὶ τὰ βεβου- 5 λευμένα λαθραίως ἐμήνυσεν. διόπερ Θήρων ἐξετά- σας τὰ κατὰ τὴν βουλήν, καὶ τὴν μήνυσιν ἀληθι- νὴν εὑρίσκων, πρὸς μὲν τὸν Ἱέρωνα διελύσατο καὶ τὸν Πολύζηλον εἰς τὴν προϋπάρχουσαν εὔνοιαν ἀποκατέστησε, τῶν δὲ Ἱμεραίων τοὺς ἐναντίους πολ- 10 λοὺς ὄντας συλλαβὼν ἀπέσφαξεν. Ἱέρων δὲ τούς τε Ναξίους καὶ τοὺς Καταναίους 49 ἐκ τῶν πόλεων ἀναστήσας, ἰδίους οἰκήτορας ἀπέ- στειλεν, ἐκ μὲν Πελοποννήσου πεντακισχιλίους ἀθροίσας, ἐκ δὲ Συρακουσῶν ἄλλους τοσούτους 15 προσθείς· καὶ τὴν μὲν Κατάνην μετωνόμασεν Αἴτ- νην, τὴν δὲ χώραν οὐ μόνον τὴν Καταναίαν, ἀλλὰ καὶ πολλὴν τῆς ὁμόρου προσθεὶς κατεκληρούχησε, μυρίους πληρώσας οἰκήτορας. τοῦτο δ᾿ ἔπραξε σπεύ- 2 δων ἅμα μὲν ἔχειν βοήθειαν ἑτοίμην ἀξιόλογον 20 πρὸς τὰς ἐπιούσας χρείας, ἅμα δὲ καὶ ἐκ τῆς γε- νομένης μυριάνδρου πόλεως τιμὰς ἔχειν ἡρωικάς. τοὺς δὲ Ναξίους καὶ τοὺς Καταναίους ἐκ τῶν πα- τρίδων ἀνασταθέντας μετῴκισεν εἰς τοὺς Λεοντί- νους, καὶ μετὰ τῶν ἐγχωρίων προσέταξε κατοικεῖν 25 τὴν πόλιν. Θήρων δὲ μετὰ τὴν Ἱμεραίων σφαγὴν 3 ὁρῶν τὴν πόλιν οἰκητόρων δεομένην, συνῴκισεν εἰς ταύτην τούς τε Δωριεῖς καὶ τῶν ἄλλων τοὺς βουλομένους ἐπολιτογράφησεν. οὗτοι μὲν οὖν μετ᾿ 4

1 ἐπαγγελλόμενοι PFJK, -μένους cet. 6 ἀληθινὴν] εἶναι add. f 10 ἀποσφάζει v.