Textus Originalis
294 DIODOR. XI 49. 50. 51.
ἀλλήλων καλῶς πολιτευόμενοι διετέλεσαν ἔτη πεν- τήκοντα καὶ ὀκτώ· τότε δὲ τῆς πόλεως ὑπὸ Καρ- χηδονίων χειρωθείσης καὶ κατασκαφείσης, διέμεινεν ἀοίκητος μέχρι τῶν καθ᾿ ἡμᾶς καιρῶν. 50 Ἐπ᾿ ἄρχοντος δ᾿ Ἀθήνησι Δρομοκλείδου ῾Ρωμαῖοι 5 μὲν κατέστησαν ὑπάτους Μάρκον Φάβιον καὶ Γναῖον445 Μάλλιον. ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι τὴν τῆς θαλάττης ἡγεμονίαν ἀποβεβληκότες ἀλόγως, βαρέως ἔφερον· διὸ καὶ τοῖς ἀφεστηκόσιν ἀπ᾿ αὐτῶν Ἕλ- λησι χαλεπῶς ἔχοντες, ἠπείλουν ἐπιθήσειν αὐτοῖς 10 2 τὴν προσήκουσαν τιμωρίαν. συναχθείσης δὲ τῆς γερουσίας ἐβουλεύοντο περὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς Ἀθηναίους ὑπὲρ τῆς κατὰ θάλατταν ἡγεμο- 3 νίας. ὁμοίως δὲ καὶ τῆς κοινῆς ἐκκλησίας συνα- χθείσης, οἱ μὲν νεώτεροι καὶ τῶν ἄλλων οἱ πολλοὶ 15 φιλοτίμως εἶχον ἀνακτήσασθαι τὴν ἡγεμονίαν, νο- μίζοντες, ἐὰν αὐτὴν περιποιήσωνται, χρημάτων τε πολλῶν εὐπορήσειν καὶ καθόλου τὴν Σπάρτην μεί- ζονα ποιήσεσθαι καὶ δυνατωτέραν, τούς τε τῶν ἰδιωτῶν οἴκους πολλὴν ἐπίδοσιν λήψεσθαι πρὸς εὐ- 20 4 δαιμονίαν. ἀνεμιμνήσκοντο δὲ καὶ τῆς ἀρχαίας μαν- τείας, ἐν ᾗ προσέταξεν αὐτοῖς ὁ θεὸς σκοπεῖν, ὅπως μὴ χωλὴν ἔχωσι τὴν ἡγεμονίαν, καὶ τὸν χρησμὸν ἔφασαν εἰς οὐδὲν ἕτερον ἢ τὸ παρὸν λέγειν· χωλὴν γὰρ αὐτοῖς ὑπάρξειν τὴν ἀρχήν, ἐὰν οὐσῶν δυεῖν 25 5 ἡγεμονιῶν τὴν ἑτέραν ἀποβάλωσι. πάντων δὲ σχε- δὸν τῶν πολιτῶν πρὸς ταύτην τὴν ὑπόθεσιν ὡρ-
6 Γναῖον] γενναῖον P 18 Σπάρτην Reiske, σπουδὴν cod., πόλιν Wess. 19 ποιήσασθαι PFL 24 λέγειν] ῥέ- πειν Cobet