Textus Originalis

Ol. 76, 2. 3 : 475. 474 a. Chr. 295

μημένων, καὶ τῆς γερουσίας συνεδρευούσης περὶ τούτων, οὐδεὶς ἤλπισεν οὐδένα τολμήσειν συμβου- λεῦσαι ἕτερόν τι. τῶν δὲ ἐκ τῆς γερουσίας τις, 6 ὄνομα μὲν Ἑτοιμαρίδας, τὸ δὲ γένος ἀφ᾿ Ἡρα- 5 κλέους ὢν καὶ δι᾿ ἀρετὴν ἀποδοχῆς τυγχάνων παρὰ τοῖς πολίταις, ἐπεχείρησε συμβουλεύειν ἐᾶν τοὺς Ἀθηναίους ἐπὶ τῆς ἡγεμονίας· μὴ συμφέρειν γὰρ τῇ Σπάρτῃ τῆς θαλάττης ἀμφισβητεῖν· πρὸς παρά- δοξον δὲ ὑπόθεσιν εἰπεῖν εὐπορήσας λόγους ἁρμό- 10 ζοντας, παρὰ τὴν προσδοκίαν ἔπεισε τὴν γερουσίαν καὶ τὸν δῆμον. τέλος δὲ οἱ Λακεδαιμόνιοι κρίναντες 7 τὸν Ἑτοιμαρίδαν συμφέροντα λέγειν ἀπέστησαν τῆς περὶ τὸν πόλεμον πρὸς τοὺς Ἀθηναίους ὁρμῆς. Ἀθηναῖοι δὲ τὸ μὲν πρῶτον προσεδόκων μέγαν πό- 8 15 λεμον ἕξειν πρὸς τοὺς Λακεδαιμονίους περὶ τῆς κατὰ θάλατταν ἡγεμονίας, καὶ διὰ τοῦτο τριήρεις κατε- σκεύαζον πλείους καὶ χρημάτων πλῆθος ἐπορίζοντο καὶ τοῖς συμμάχοις ἐπιεικῶς προσεφέροντο· ὡς δὲ τὰ δοχθέντα τοῖς Λακεδαιμονίοις ἐπύθοντο, τοῦ μὲν 20 φόβου τοῦ κατὰ τὸν πόλεμον ἀπελύθησαν, περὶ δὲ τὴν αὔξησιν τῆς ἰδίας πόλεως ἠσχολοῦντο. Ἐπ᾿ ἄρχοντος δ᾿ Ἀθήνησιν Ἀκεστορίδου ἐν ῾Ρώμῃ 51 τὴν ὕπατον ἀρχὴν διεδέξαντο Καίσων Φάβιος καὶ Τίτος Οὐεργίνιος. ἐπὶ δὲ τούτων Ἱέρων μὲν ὁ βα- 25 σιλεὺς τῶν Συρακοσίων, παραγενομένων πρὸς αὐ- τὸν πρέσβεων ἐκ Κύμης τῆς Ἰταλίας καὶ δεομένων

2 τολμῆσαι cod. 4 ἑτυμαρίδας P 11 κρίνοντες A 12 ἑτυμαρίδαν P 13 πρὸς] τὸν πρὸς Hertl. 16 κατε- σκευάζοντο v. 17 ἐπόριζον cod., corr. Rhod. (cf. XIII 36, 1) 22 ἀκατεστορίδου P, ἀκατεστορείδου a