Textus Originalis

296 DIODOR. XI 51. 52. 53.

βοηθῆσαι πολεμουμένοις ὑπὸ Τυρρηνῶν θαλαττο- κρατούντων, ἐξέπεμψεν αὐτοῖς συμμαχίαν τριήρεις 2 ἱκανάς. οἱ δὲ τῶν νεῶν τούτων ἡγεμόνες ἐπειδὴ κατέπλευσαν εἰς τὴν Κύμην, μετὰ τῶν ἐγχωρίων 443 μὲν ἐναυμάχησαν πρὸς τοὺς Τυρρηνούς, πολλὰς 5 δὲ ναῦς αὐτῶν διαφθείραντες καὶ μεγάλῃ ναυμαχίᾳ νικήσαντες, τοὺς μὲν Τυρρηνοὺς ἐταπείνωσαν, τοὺς δὲ Κυμαίους ἠλευθέρωσαν τῶν φόβων, καὶ ἀπέ- πλευσαν ἐπὶ Συρακούσας. 52 Ἐπ᾿ ἄρχοντος δ᾿ Ἀθήνησι Μένωνος ῾Ρωμαῖοι μὲν 10 ὑπάτους κατέστησαν Λεύκιον Αἰμίλιον Μάμερκον καὶ Γάιον Κορνήλιον Λέντουλον, κατὰ δὲ τὴν Ἰτα- λίαν πόλεμος ἐνέστη Ταραντίνοις πρὸς τοὺς Ἰάπυ- 2 γας· περὶ γὰρ ὁμόρου χώρας ἀμφισβητούντων πρὸς ἀλλήλους, ἐπὶ μέν τινας χρόνους διετέλουν ἁψιμα- 15 χοῦντες καὶ λεηλατοῦντες τὰς ἀλλήλων χώρας, ἀεὶ δὲ μᾶλλον τῆς διαφορᾶς συναυξομένης καὶ πολλά- κις φόνων γινομένων, τὸ τελευταῖον εἰς ὁλοσχερῆ 3 φιλοτιμίαν ὥρμησαν. οἱ μὲν οὖν Ἰάπυγες τήν τε παρ᾿ αὑτῶν δύναμιν παρεσκευάζοντο καὶ τὴν παρὰ 20 τῶν ὁμόρων συμμαχίαν συνέλαβον, καὶ τοὺς σύμ- παντας ἤθροισαν ὑπὲρ τοὺς δισμυρίους· οἱ δὲ Τα- ραντῖνοι πυθόμενοι τὸ μέγεθος τῆς ἐπ᾿ αὐτοὺς ἠθροισμένης δυνάμεως, τούς τε πολιτικοὺς στρα- τιώτας ἤθροισαν καὶ ῾Ρηγίνων συμμάχων ὄντων πολ- 25 4 λοὺς προσελάβοντο. γενομένης δὲ μάχης ἰσχυρᾶς καὶ πολλῶν παρ᾿ ἀμφοτέροις πεσόντων, τὸ τελευ-

4 μετὰ P, καὶ μετὰ v. 5 ἐναυμάχησαν μὲν Bek. 20 παρεσκευάζον FJK παρὰ om. FJK 22 ὑπὲρ — μέ- γεθος om. P