Textus Originalis

Ol. 76, 4. 77, 1 : 473. 472 a. Chr. 297

ταῖον οἱ Ἰάπυγες ἐνίκησαν. τῶν δὲ ἡττηθέντων εἰς δύο μέρη σχισθέντων κατὰ τὴν φυγήν, καὶ τῶν μὲν εἰς Τάραντα τὴν ἀναχώρησιν ποιουμένων, τῶν δὲ εἰς τὸ ῾Ρήγιον φευγόντων, παραπλησίως τούτοις 5 καὶ οἱ Ἰάπυγες ἐμερίσθησαν. οἱ μὲν οὖν τοὺς Τα- 5 ραντίνους διώξαντες ὀλίγου διαστήματος ὄντος πολ- λοὺς τῶν ἐναντίων ἀνεῖλον, οἱ δὲ τοὺς ῾Ρηγίνους διώκοντες ἐπὶ τοσοῦτον ἐφιλοτιμήθησαν ὥστε συν- εισπεσεῖν τοῖς φεύγουσιν εἰς τὸ ῾Ρήγιον καὶ τῆς 10 πόλεως κυριεῦσαι. Μετὰ δὲ ταῦτα Ἀθήνησι μὲν ἦρχε Χάρης, ἐν 53 ῾Ρώμῃ δὲ ὕπατοι καθειστήκεσαν Τίτος Μινούκιος καὶ Γάιος Ὀράτιος Πολύειδος, ἤχθη δὲ παρ᾿ Ἠλείοις ὀλυμπιὰς ἑβδομηκοστὴ καὶ ἑβδόμη, καθ᾿ ἣν ἐνίκα 15 στάδιον Δάνδης Ἀργεῖος. ἐπὶ δὲ τούτων κατὰ μὲν τὴν Σικελίαν Θήρων ὁ Ἀκραγαντίνων δυνάστης ἐτελεύτησεν ἄρξας ἔτη δέκα καὶ ἕξ, τὴν δὲ ἀρχὴν διεδέξατο Θρασυδαῖος ὁ υἱός. ὁ μὲν οὖν Θήρων 2 τὴν ἀρχὴν ἐπιεικῶς διῳκηκώς, καὶ ζῶν μεγάλης ἀπο- 20 δοχῆς ἐτύγχανε παρὰ τοῖς πολίταις καὶ τελευτήσας ἡρωικῶν ἔτυχε τιμῶν, ὁ δὲ υἱὸς αὐτοῦ καὶ ζῶντος ἔτι τοῦ πατρὸς βίαιος ἦν καὶ φονικὸς καὶ τελευτή- σαντος ἦρχε τῆς πατρίδος παρανόμως καὶ τυραννι- κῶς. διὸ καὶ ταχέως ἀπιστηθεὶς ὑπὸ τῶν ὑποτεταγ- 3 25 μένων διετέλεσεν ἐπιβουλευόμενος καὶ βίον ἔχων μισούμενον· ὅθεν ταχέως τῆς ἰδίας παρανομίας

6 ὄντος] ἐντὸς Dind.; οὐκ ὀλίγου δ. ὄντος Hertl. 12 ὕπα- τοι — ἤχθη δὲ om. P; ἤχθη δὲ in mg. add. P Μινού- κιος f 13 Ὠράτιος cod. 15 δάνδις P 16 ἀκραγαν- τίνω P 1, ἀκραγαντῖνος AHK Θήρων — μὲν οὖν om. F 20 τῶν πολιτῶν Peiresc.