Textus Originalis

298 DIODOR. XI 53. 54.

οἰκείαν ἔσχε τὴν τοῦ βίου καταστροφήν. μετὰ γὰρ τὴν τοῦ πατρὸς Θήρωνος τελευτὴν πολλοὺς μισθο- φόρους ἀθροίσας καὶ τῶν Ἀκραγαντίνων καὶ Ἱμε- 444 ραίων προσκαταλέξας, τοὺς ἅπαντας ἤθροισεν ὑπὲρ 4 τοὺς δισμυρίους ἱππεῖς καὶ πεζούς. μετὰ δὲ τούτων 5 μέλλοντος αὐτοῦ πολεμεῖν τοῖς Συρακοσίοις, Ἱέρων ὁ βασιλεὺς παρασκευασάμενος δύναμιν ἀξιόλογον ἐστράτευσεν ἐπὶ τὸν Ἀκράγαντα. γενομένης δὲ μάχης ἰσχυρᾶς πλεῖστοι [τῶν] παραταξαμένων Ἑλλήνων 5 πρὸς Ἕλληνας ἔπεσον. τῇ μὲν οὖν μάχῃ ἐπροτέρη- 10 σαν οἱ Συρακόσιοι, κατεκόπησαν δὲ τῶν μὲν Συρα- κοσίων εἰς δισχιλίους, τῶν δὲ ἄλλων ὑπὲρ τοὺς τετρακισχιλίους. μετὰ δὲ ταῦτα Θρασυδαῖος μὲν ταπεινωθεὶς ἐξέπεσεν ἐκ τῆς ἀρχῆς, καὶ φυγὼν εἰς Μεγαρεῖς τοὺς Νισαίους καλουμένους, ἐκεῖ θανάτου 15 καταγνωσθεὶς ἐτελεύτησεν· οἱ δ᾿ Ἀκραγαντῖνοι κομι- σάμενοι τὴν δημοκρατίαν, διαπρεσβευσάμενοι πρὸς 6 Ἱέρωνα τῆς εἰρήνης ἔτυχον. κατὰ δὲ τὴν Ἰταλίαν ῾Ρωμαίοις πρὸς Οὐηιεντανοὺς ἐνστάντος πολέμου μεγάλη μάχη συνέστη περὶ τὴν ὀνομαζομένην Κρε- 20 μέραν. τῶν δὲ ῾Ρωμαίων ἡττηθέντων συνέβη πολ- λοὺς αὐτῶν πεσεῖν, ὧν φασί τινες τῶν συγγραφέων καὶ τοὺς Φαβίους τοὺς τριακοσίους, συγγενεῖς ἀλλή- λων ὄντας καὶ διὰ τοῦτο μιᾷ περιειλημμένους προσ- ηγορίᾳ. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν 25 ἐνιαυτόν. 54 Ἐπ᾿ ἄρχοντος δ᾿ Ἀθήνησι Πραξιέργου ῾Ρωμαῖοι

4 ὑπὲρ τοὺς] ἐπὶ τοὺς P (sed erasa) 9 τῶν del. Madvig 14 καὶ om. v. 15 Μισαίους v. 19 οὐϊεντάνους cod. 20 Κριμέραν cod. 22 ὧν Reiske, ὡς cod.; ὧν ὡς f.