Textus Originalis

Ol. 77, 2 : 471 a. Chr. 299

μὲν ὑπάτους κατέστησαν Αὖλον Οὐεργίνιον Τρίκο- στον καὶ Γάιον Σερουίλιον Στροῦκτον. ἐπὶ δὲ τού- των Ἠλεῖοι μὲν πλείους καὶ μικρὰς πόλεις οἰκοῦν- τες εἰς μίαν συνῳκίσθησαν τὴν ὀνομαζομένην Ἦλιν. 5 Λακεδαιμόνιοι δὲ ὁρῶντες τὴν μὲν Σπάρτην διὰ 2 τὴν Παυσανίου τοῦ στρατηγοῦ προδοσίαν ταπεινῶς πράττουσαν, τοὺς δὲ Ἀθηναίους εὐδοκιμοῦντας διὰ τὸ μηδένα παρ᾿ αὐτοῖς πολίτην ἐπὶ προδοσίᾳ κατε- γνῶσθαι, ἔσπευδον τὰς Ἀθήνας ταῖς ὁμοίαις περι- 10 βαλεῖν διαβολαῖς. διόπερ εὐδοκιμοῦντος παρ᾿ αὐτοῖς 3 Θεμιστοκλέους καὶ μεγάλην δόξαν ἔχοντος ἐπ᾿ ἀρετῇ, κατηγόρησαν προδοσίαν αὐτοῦ, φάσκοντες φίλον γενέ- σθαι τοῦ Παυσανίου μέγιστον, καὶ μετὰ τούτου συν- τεθεῖσθαι κοινῇ προδοῦναι τὴν Ἑλλάδα τῷ Ξέρξῃ. 15 διελέγοντο δὲ καὶ τοῖς ἐχθροῖς τοῦ Θεμιστοκλέους, 4 παροξύνοντες αὐτοὺς πρὸς τὴν κατηγορίαν, καὶ χρή- ματα ἔδοσαν, διδάσκοντες ὅτι Παυσανίας μὲν κρίνας προδιδόναι τοὺς Ἕλληνας ἐδήλωσε τὴν ἰδίαν ἐπιβολὴν 445 Θεμιστοκλεῖ καὶ παρεκάλεσε κοινωνεῖν τῆς προθέ- 20 σεως, ὁ δὲ Θεμιστοκλῆς οὔτε προσεδέξατο τὴν ἔν- τευξιν οὔτε διαβάλλειν ἔκρινε δεῖν ἄνδρα φίλον. οὐ μὴν ἀλλὰ κατηγορηθεὶς ὁ Θεμιστοκλῆς τότε μὲν 5 ἀπέφυγε τὴν τῆς προδοσίας κρίσιν. διὸ καὶ τὸ μὲν πρῶτον μετὰ τὴν ἀπόλυσιν μέγας ἦν παρὰ τοῖς 25 Ἀθηναίοις· ἠγάπων γὰρ αὐτὸν ἐπὶ τοῖς πεπραγμέ- νοις διαφερόντως οἱ πολῖται· μετὰ δὲ ταῦτα οἱ μὲν φοβηθέντες αὐτοῦ τὴν ὑπεροχήν, οἱ δὲ φθονήσαν-

1 Αὖλον] Παῦλον FKM 17 hic intercidisse quaedam censet Dind. 18 ἐπιβουλὴν PAF²JKL 20 δὲ om. P οὔτε] ὥστε P 21 οὔτε] καὶ οὐ P¹ 27 περιοχήν P