Textus Originalis
300 DIODOR. XI 54. 55. 56.
τες τῇ δόξῃ, τῶν μὲν εὐεργεσιῶν ἐπελάθοντο, τὴν δ᾿ ἰσχὺν αὐτοῦ καὶ τὸ φρόνημα ταπεινοῦν ἔσπευδον. 55 πρῶτον μὲν οὖν αὐτὸν ἐκ τῆς πόλεως μετέστησαν, τοῦτον τὸν ὀνομαζόμενον ὀστρακισμὸν ἐπαγαγόντες αὐτῷ, ὃς ἐνομοθετήθη μὲν ἐν ταῖς Ἀθήναις μετὰ 5 τὴν κατάλυσιν τῶν τυράννων τῶν περὶ Πεισίστρα- 2 τον, ὁ δὲ νόμος ἐγένετο τοιοῦτος. ἕκαστος τῶν πολιτῶν εἰς ὄστρακον ἔγραφε τοὔνομα τοῦ δοκοῦν- τος μάλιστα δύνασθαι καταλῦσαι τὴν δημοκρατίαν· ᾧ δ᾿ ἂν ὄστρακα πλείω γένηται, φεύγειν ἐκ τῆς 10 3 πατρίδος ἐτέτακτο πενταετῆ χρόνον. νομοθετῆσαι δὲ ταῦτα δοκοῦσιν οἱ Ἀθηναῖοι, οὐχ ἵνα τὴν κακίαν κολάζωσιν, ἀλλ᾿ ἵνα τὰ φρονήματα τῶν ὑπερεχόντων ταπεινότερα γένηται διὰ τὴν φυγήν. ὁ μὲν οὖν Θεμιστοκλῆς τὸν προειρημένον τρόπον ἐξοστρακισθεὶς 15 4 ἔφυγεν ἐκ τῆς πατρίδος εἰς Ἄργος· οἱ δὲ Λακεδαι- μόνιοι πυθόμενοι περὶ τούτων, καὶ νομίσαντες παρὰ τῆς τύχης εἰληφέναι καιρὸν ἐπιθέσθαι τῷ Θεμιστο- κλεῖ, πάλιν εἰς τὰς Ἀθήνας ἐξαπέστειλαν πρέσβεις κατηγοροῦντες τοῦ Θεμιστοκλέους ὅτι τῷ Παυσανίᾳ 20 κεκοινώνηκε τῆς προδοσίας, καὶ δεῖν ἔφασαν τῶν κοινῶν τῆς Ἑλλάδος ἀδικημάτων εἶναι τὴν κρίσιν οὐκ ἰδίᾳ παρὰ τοῖς Ἀθηναίοις, ἀλλ᾿ ἐπὶ τοῦ κοινοῦ συνεδρίου τῶν Ἑλλήνων, ὅπερ εἰώθει συνεδρεύειν 5 [ἐν τῇ Σπάρτῃ] κατ᾿ ἐκεῖνον τὸν χρόνον. ὁ δὲ Θε- 25 μιστοκλῆς ὁρῶν τοὺς Λακεδαιμονίους σπεύδοντας
4 ὀστρακισμὸν P, sed in mg. ἐξοστρακισμόν 6 τὴν om. P 10 πλείω] πλεῖστα (c. 87, 1) vel πλείω ς Hertl. 11 δεκαετῆ Meursius 20 κατηγοροῦντες PAFJ, -τας cet. 24 εἰώθει Reiske, εἰώθεισαν cod. 25 ἐν τῇ Σπάρτῃ om. f