Textus Originalis
Ol. 77, 2 : 471 a. Chr. 301
διαβαλεῖν τὴν πόλιν τῶν Ἀθηναίων καὶ ταπεινῶσαι, τοὺς δ᾿ Ἀθηναίους βουλομένους ἀπολογήσασθαι περὶ τῆς ἐπιφερομένης αἰτίας, ὑπέλαβεν ἑαυτὸν πα- ραδοθήσεσθαι τῷ κοινῷ συνεδρίῳ. τοῦτο δ᾿ ᾔδει 6 5 τὰς κρίσεις οὐ δικαίας, ἀλλὰ πρὸς χάριν ποιούμενον τοῖς Λακεδαιμονίοις, τεκμαιρόμενος ἔκ τε τῶν ἄλλων 446 καὶ ἐξ ὧν ἐποιήσατο περὶ τῶν ἀριστείων· οὕτω γὰρ οἱ κύριοι τῆς ψήφου φθονερῶς διετέθησαν πρὸς τοὺς Ἀθηναίους, ὥστε πλείους τριήρεις αὐτῶν παρεσχη- 10 μένων ἢ σύμπαντες οἱ ναυμαχήσαντες παρέσχοντο, οὐδὲν κρείττους αὐτοὺς ἐποίησαν τῶν ἄλλων Ἑλλή- νων. διὰ ταῦτα δὴ συνέβη τὸν Θεμιστοκλέα τοῖς 7 συνέδροις ἀπιστῆσαι. καὶ γὰρ ἐκ τῆς προγεγενη- μένης ἀπολογίας ἐν ταῖς Ἀθήναις ὑπὸ τοῦ Θεμι- 15 στοκλέους ἀφορμὰς εἶχον οἱ Λακεδαιμόνιοι πρὸς τὴν ὕστερον γενομένην κατηγορίαν. ὁ γὰρ Θεμιστοκλῆς 8 ἀπολογούμενος ὡμολόγει μὲν τὸν Παυσανίαν πρὸς αὐτὸν ἐπιστολὰς ἀπεσταλκέναι παρακαλοῦντα μετα- σχεῖν τῆς προδοσίας, καὶ τούτῳ μεγίστῳ χρησάμενος 20 τεκμηρίῳ συνίστανεν, ὅτι οὐκ ἂν παρεκάλει Παυ- σανίας αὐτόν, εἰ μὴ πρὸς τὴν ἀξίωσιν ἀντέλεγε. διὰ δὲ ταῦτα, καθάπερ προειρήκαμεν, ἔφυγεν ἐξ 56 Ἄργους πρὸς Ἄδμητον τὸν Μολοττῶν βασιλέα· καταφυγὼν δὲ πρὸς τὴν ἑστίαν ἱκέτης ἐγένετο. ὁ 25 δὲ βασιλεὺς τὸ μὲν πρῶτον προσεδέξατο αὐτὸν φιλο-
3 ἑαυτὸν] μὴ s. l. add. P² 7 ὧν] ἧς fort. ἐποι- ήσαντο PAF περὶ τῶν ἀριστείων*] τὴν κρίσιν περὶ τε τῶν Ἀθηναίων καὶ τῶν Ἀργείων (Αἰγινητῶν Wess., ἀριστείων Rhod., Αἰγινητῶν ὑπὲρ τῶν ἀριστείων Eich.) codices; cf. c. 27, 2 8 τῆς] τοῦ P 19 καὶ τούτῳ] τούτῳ δὲ Reiske 22 καθάπερ προειρήκαμεν non habent quo referantur