Textus Originalis
302 DIODOR. XI 56. 57.
φρόνως καὶ παρεκάλει θαρρεῖν καὶ τὸ σύνολον 2 ἐπηγγέλλετο φροντιεῖν αὐτοῦ τῆς ἀσφαλείας· ἐπεὶ δὲ οἱ Λακεδαιμόνιοι τοὺς ἐπιφανεστάτους Σπαρτια- τῶν πρέσβεις ἀποστείλαντες πρὸς τὸν Ἄδμητον ἐξῄ- τουν αὐτὸν πρὸς τιμωρίαν, ἀποκαλοῦντες προδότην 5 καὶ λυμεῶνα τῆς ὅλης Ἑλλάδος, πρὸς δὲ τούτοις μὴ παραδιδόντος αὐτὸν πολεμήσειν ἔφασαν μετὰ πάν- των τῶν Ἑλλήνων, τὸ τηνικαῦθ᾿ ὁ βασιλεὺς φοβη- θεὶς μὲν τὰς ἀπειλάς, ἐλεῶν δὲ τὸν ἱκέτην καὶ τὴν ἐκ τῆς παραδόσεως αἰσχύνην ἐκκλίνων, ἔπειθε τὸν 10 Θεμιστοκλέα τὴν ταχίστην ἀπιέναι λάθρᾳ τῶν Λακε- δαιμονίων, καὶ χρυσοῦ πλῆθος ἐδωρήσατο αὐτῷ 3 ἐφόδιον τῆς φυγῆς. ὁ δὲ Θεμιστοκλῆς πάντοθεν ἐλαυνόμενος καὶ τὸ χρυσίον δεξάμενος ἔφυγε νυκτὸς ἐκ τῆς τῶν Μολοττῶν χώρας, συμπράττοντος αὐτῷ 15 πάντα τὰ πρὸς φυγὴν τοῦ βασιλέως· εὑρὼν δὲ δύο νεανίσκους Λυγκηστὰς τὸ γένος, ἐμπορικαῖς δὲ ἐργα- σίαις χρωμένους, καὶ διὰ τοῦτο τῶν ὁδῶν ἐμπείρως 4 ἔχοντας, μετὰ τούτων ἔφυγε. χρώμενος δὲ νυκτε- ριναῖς ὁδοιπορίαις ἔλαθε τοὺς Λακεδαιμονίους, καὶ 20 διὰ τῆς τῶν νεανίσκων εὐνοίας τε καὶ κακοπαθείας κατήντησεν εἰς τὴν Ἀσίαν· ἐνταῦθα δ᾿ ἔχων ἰδιόξε- νον, ὄνομα μὲν Λυσιθείδην, δόξῃ δὲ καὶ πλούτῳ 5 θαυμαζόμενον, πρὸς τοῦτον κατέφυγεν. ὁ δὲ Λυσι- θείδης ἐτύγχανε φίλος ὢν Ξέρξου τοῦ βασιλέως καὶ 25 κατὰ τὴν διάβασιν τοῦ Ξέρξου τὴν δύναμιν τῶν Περσῶν ἅπασαν εἱστιακώς. διόπερ συνήθειαν μὲν ἔχων πρὸς τὸν βασιλέα, τὸν δὲ Θεμιστοκλέα διὰ
5 ἀποκαλοῦντες] φάσκοντες f 17 λυνκιστὰς P, λιγν- στὰς a, λίγυας f 21 τῆς] τὰς Sintenis 23 λυσιθήδην P²