Textus Originalis

Ol. 77, 2 : 471 a. Chr. 303

τὸν ἔλεον σῶσαι βουλόμενος, ἐπηγγείλατο αὐτῷ πάντα συμπράξειν. ἀξιοῦντος δὲ τοῦ Θεμιστοκλέους 6 ἀγαγεῖν αὐτὸν πρὸς τὸν Ξέρξην, τὸ μὲν πρῶτον ἀντεῖπεν, ἀποφαινόμενος ὅτι κολασθήσεται διὰ τὰς 5 κατὰ τῶν Περσῶν αὐτῷ γεγενημένας πράξεις, μετὰ 447 δὲ ταῦτα μαθὼν τὸ συμφέρον ὑπήκουσε, καὶ παρα- δόξως καὶ ἀσφαλῶς αὐτὸν διέσωσεν εἰς τὴν Περσίδα. ἔθους γὰρ ὄντος παρὰ τοῖς Πέρσαις τὸν ἄγοντα 7 παλλακὴν τῷ βασιλεῖ κομίζειν ταύτην ἐπὶ ἀπήνης 10 κεκρυμμένης, καὶ τῶν ἀπαντώντων μηδένα πολυ- πραγμονεῖν μηδὲ κατ᾿ ὄψιν ἀπαντῆσαι τῇ ἀγομένῃ, ἀφορμῇ ταύτῃ συνέβη χρήσασθαι πρὸς τὴν ἐπιβολὴν τὸν Λυσιθείδην. παρασκευασάμενος γὰρ τὴν ἀπήνην 8 πολυτελέσι παραπετάσμασι κεκοσμημένην, εἰς ταύτην 15 ἐνέθηκε τὸν Θεμιστοκλέα, καὶ μετὰ πάσης ἀσφαλείας διασώσας ἐνέτυχε τῷ βασιλεῖ, καὶ πεφυλαγμένως ὁμιλήσας ἔλαβε παρ᾿ αὐτοῦ πίστεις μηδὲν ἀδικήσειν τὸν ἄνδρα. εἰσαγαγὼν δὲ αὐτὸν πρὸς τὸν βασιλέα, κἀκείνου δόντος τῷ Θεμιστοκλεῖ λόγον καὶ μαθόντος 20 ὡς οὐδὲν ἠδίκησεν, ἀπελύθη τῆς τιμωρίας. δόξας 57 δὲ παραδόξως ὑπ᾿ ἐχθροῦ διασεσῶσθαι, πάλιν εἰς μείζονας κινδύνους ἐνέπεσε διὰ τοιαύτας αἰτίας. Μανδάνη Δαρείου μὲν ἦν θυγάτηρ τοῦ φονεύσαν- τος τοὺς μάγους, ἀδελφὴ δὲ γνησία τοῦ Ξέρξου, 25 μεγίστης δ᾿ ἀποδοχῆς τυγχάνουσα παρὰ τοῖς Πέρσαις. αὕτη τῶν υἱῶν ἐστερημένη καθ᾿ ὃν καιρὸν Θεμι- 2 στοκλῆς περὶ Σαλαμῖνα κατεναυμάχησε τὸν στόλον τῶν Περσῶν, χαλεπῶς ἔφερε τὴν ἀναίρεσιν τῶν

10 κεκρυμμένην v. 13 τὴν del. Dind. 24 γνησία om. (in lacuna) P 26 αὐτὴ v. DIODORUS II. 24