Textus Originalis

304 DIODOR. XI 57. 58.

τέκνων, καὶ διὰ τὸ μέγεθος τῆς συμφορᾶς ἠλεεῖτο 3 παρὰ τοῖς πλήθεσιν. αὕτη πυθομένη τὴν παρουσίαν τοῦ Θεμιστοκλέους, ἦλθεν εἰς τὰ βασίλεια πενθίμην ἐσθῆτα λαβοῦσα, καὶ μετὰ δακρύων ἱκέτευε τὸν ἀδελφὸν ἐπιθεῖναι τιμωρίαν τῷ Θεμιστοκλεῖ. ὡς δ᾿ 5 οὐ προσεῖχεν αὐτῇ, περιῄει τοὺς ἀρίστους τῶν Περ- σῶν ἀξιοῦσα καὶ καθόλου τὰ πλήθη παροξύνουσα 4 πρὸς τὴν τοῦ Θεμιστοκλέους τιμωρίαν. τοῦ δ᾿ ὄχλου συνδραμόντος ἐπὶ τὰ βασίλεια καὶ μετὰ κραυγῆς ἐξαιτοῦντος ἐπὶ τιμωρίαν τὸν Θεμιστοκλέα, ὁ μὲν 10 βασιλεὺς ἀπεκρίνατο δικαστήριον καταστήσειν ἐκ τῶν ἀρίστων Περσῶν, καὶ τὸ κριθὲν τεύξεσθαι συν- 5 τελείας· πάντων δὲ συνευδοκησάντων, καὶ δοθέντος ἱκανοῦ χρόνου εἰς τὴν παρασκευὴν τῆς κρίσεως, ὁ μὲν Θεμιστοκλῆς μαθὼν τὴν Περσίδα διάλεκτον, 15 καὶ ταύτῃ χρησάμενος κατὰ τὴν ἀπολογίαν, ἀπελύθη 6 τῶν ἐγκλημάτων. ὁ δὲ βασιλεὺς περιχαρὴς γενόμε- νος ἐπὶ τῇ σωτηρίᾳ τἀνδρὸς μεγάλαις αὐτὸν δωρεαῖς ἐτίμησε· γυναῖκα γὰρ αὐτῷ πρὸς γάμου κοινωνίαν ἔζευξε Περσίδα, εὐγενείᾳ τε καὶ κάλλει διαφέρουσαν, 20 ἔτι δὲ κατ᾿ ἀρετὴν ἐπαινουμένην, οἰκετῶν τε πλῆθος πρὸς διακονίαν καὶ παντοδαπῶν ἐκπωμάτων καὶ τὴν ἄλλην χορηγίαν πρὸς ἀπόλαυσιν καὶ τρυφὴν ἁρμό- 7 ζουσαν. ἐδωρήσατο δ᾿ αὐτῷ καὶ πόλεις τρεῖς πρὸς διατροφὴν καὶ ἀπόλαυσιν εὐθέτους, Μαγνησίαν μὲν 25 τὴν ἐπὶ τῷ Μαιάνδρῳ, πλεῖστον τῶν κατὰ τὴν Ἀσίαν πόλεων ἔχουσαν σῖτον, εἰς ἄρτους, Μυοῦντα δὲ εἰς

2 αὐτὴ A 10 ἐπὶ] ἐπὶ τὴν P (c. 33, 4 56, 2) 12 τεύ- ξασθαι PAFL 19 γάμων Peiresc. 22 ἐκπωμάτων] πλῆθος add. P 23 ἁρμόζουσαν] δέδωκεν add. in mg. P¹