Textus Originalis

Ol. 77, 2 : 471 a. Chr. 305

448 ὄψον, ἔχουσαν θάλατταν εὔιχθυν, Λάμψακον δέ, ἀμπελόφυτον ἔχουσαν χώραν πολλήν, εἰς οἶνον. Θεμιστοκλῆς μὲν οὖν ἀπολυθεὶς τοῦ παρ᾿ Ἕλλησι 58 φόβου, καὶ παραδόξως ὑπὸ μὲν τῶν τὰ μέγιστα 5 εὐεργετηθέντων φυγαδευθείς, ὑπὸ δὲ τῶν τὰ δεινό- τατα παθόντων εὐεργετηθείς, ἐν ταύταις ταῖς πόλεσι κατεβίωσε πάντων τῶν πρὸς ἀπόλαυσιν ἀγαθῶν εὐ- πορούμενος, καὶ τελευτήσας ἐν τῇ Μαγνησίᾳ ταφῆς ἔτυχεν ἀξιολόγου καὶ μνημείου τοῦ ἔτι νῦν διαμέ- 10 νοντος. ἔνιοι δὲ τῶν συγγραφέων φασὶ τὸν Ξέρξην 2 ἐπιθυμήσαντα πάλιν στρατεύειν ἐπὶ τὴν Ἑλλάδα παρακαλεῖν τὸν Θεμιστοκλέα στρατηγεῖν ἐπὶ τοῦ πολέμου, τὸν δὲ συγχωρήσαντα περὶ τούτων πίστεις λαβεῖν ἐνόρκους μὴ στρατεύσειν ἐπὶ τοὺς Ἕλληνας 15 ἄνευ Θεμιστοκλέους. σφαγιασθέντος δὲ ταύρου καὶ 3 τῶν ὅρκων γενομένων, τὸν Θεμιστοκλέα κύλικα τοῦ αἵματος πληρώσαντα ἐκπιεῖν καὶ παραχρῆμα τελευ- τῆσαι. καὶ τὸν μὲν Ξέρξην ἀποστῆναι τῆς ἐπιβολῆς ταύτης, τὸν δὲ Θεμιστοκλέα διὰ τῆς ἰδίας τελευτῆς 20 ἀπολογίαν ἀπολιπεῖν καλλίστην ὅτι καλῶς ἐπολιτεύθη τὰ πρὸς τοὺς Ἕλληνας. Ἡμεῖς δὲ πάρεσμεν ἐπὶ τὴν τελευτὴν ἀνδρὸς 4 μεγίστου τῶν Ἑλλήνων, περὶ οὗ πολλοὶ διαμφισβη- τοῦσι, πότερον οὗτος ἀδικήσας τὴν πατρίδα καὶ τοὺς 25 ἄλλους Ἕλληνας ἔφυγεν εἰς Πέρσας, ἢ τοὐναντίον ἥ τε πόλις καὶ πάντες οἱ Ἕλληνες εὐεργετηθέντες μεγάλα τῆς μὲν χάριτος ἐπελάθοντο, τὸν δ᾿ εὐερ-

3 Ἑλλήνων Wess. 7 τῶν add. Dind. 12 ἐπὶ] περὶ PAHJL, del. Wess. (XIII 63, 1) 13 τὸν δὲ] μὴ add. s. l. P² 15 ταύρου PAJK, τοῦ ταύρου cet. 22 δὲ] δ᾿ ἐπεὶ PAJK 24 *