Textus Originalis

306 DIODOR. XI 58. 59. 60.

γέτην ἤγαγον [αὐτῶν] ἀδίκως εἰς τοὺς ἐσχάτους 5 κινδύνους. εἰ δέ τις χωρὶς φθόνου τήν τε φύσιν τἀνδρὸς καὶ τὰς πράξεις ἐξετάζοι μετ᾿ ἀκριβείας, εὑρήσει πάντων ὧν μνημονεύομεν ἀμφοτέροις τοῖς εἰρημένοις πεπρωτευκότα. διὸ καὶ θαυμάσειεν ἄν 5 τις εἰκότως, εἰ στερῆσαι σφᾶς αὐτοὺς ἀνδρὸς τοιού- 59του τὴν φύσιν ἠθέλησαν. τίς γὰρ ἕτερος, τῆς Σπάρ- της πλέον ἰσχυούσης καὶ τοῦ ναυτικοῦ τὴν ἡγεμο- νίαν ἔχοντος Εὐρυβιάδου τοῦ Σπαρτιάτου, ταῖς ἰδίαις πράξεσιν ἀφείλετο τῆς Σπάρτης ταύτην τὴν δόξαν; 10 τίνα δ᾿ ἄλλον ἱστορήκαμεν μιᾷ πράξει ποιήσαντα διενεγκεῖν αὐτὸν μὲν τῶν ἡγεμόνων, τὴν δὲ πόλιν τῶν Ἑλληνίδων πόλεων, τοὺς δ᾿ Ἕλληνας τῶν βαρ- βάρων; ἐπὶ τίνος δὲ στρατηγοῦντος ἐλάττονας ἀφορ- μὰς ἢ μείζονας κινδύνους συνέβη γενέσθαι; τίς δὲ 15 2 πρὸς ἅπασαν τὴν ἐκ τῆς Ἀσίας δύναμιν ἀναστάτῳ τῇ πόλει παραταχθεὶς ἐνίκησε; τίς δὲ τοῖς ἔργοις ἐν εἰρήνῃ τὴν πατρίδα δυνατὴν κατεσκεύασε τοιού- τοις; τίς δὲ πολέμου μεγίστου κατασχόντος αὐτὴν 20 διέσωσε, μιᾷ δ᾿ ἐπινοίᾳ τῇ περὶ τοῦ ζεύγματος γενο- 449 μένῃ τὴν πεζὴν τῶν πολεμίων δύναμιν ἐξ ἡμίσους μέρους ἐταπείνωσεν, ὥστ᾿ εὐχείρωτον γενέσθαι τοῖς 3 Ἕλλησι; διόπερ ὅταν τὸ μέγεθος τῶν ἔργων αὐτοῦ θεωρήσωμεν, καὶ σκοποῦντες τὰ κατὰ μέρος εὕρωμεν ἐκεῖνον μὲν ὑπὸ τῆς πόλεως ἠτιμασμένον, τὴν δὲ 25 πόλιν διὰ τὰς ἐκείνου πράξεις ἐπαιρομένην, εἰκότως τὴν δοκοῦσαν εἶναι τῶν ἁπασῶν πόλεων σοφωτάτην

1 αὐτῶν P, αὐτὸν v.; αὐτοὶ Dind. vel del. 11 ἱστορήσα- μεν FK 12 μὲν αὐτὸν P 17 τοῖς del. Reiske 18 τοιού- τοις vel τοσούτοις Reiske, τούτοις cod. 26 ἐπαινουμένην P