Textus Originalis

Ol. 77, 3 : 470 a. Chr. 307

καὶ ἐπιεικεστάτην χαλεπωτάτην πρὸς ἐκεῖνον εὑρί- σκομεν γεγενημένην. Περὶ μὲν οὖν τῆς Θεμιστοκλέους ἀρετῆς εἰ καὶ 4 πεπλεονάκαμεν παρεκβάντες, ἀλλ᾿ οὖν οὐκ ἄξιον 5 ἐκρίναμεν τὴν ἀρετὴν αὐτοῦ παραλιπεῖν ἀνεπισή- μαντον· ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Ἰτα- λίαν Μίκυθος [μὲν] ὁ τὴν δυναστείαν ἔχων ῾Ρηγίου καὶ Ζάγκλης πόλιν ἔκτισε Πυξοῦντα. Ἐπ᾿ ἄρχοντος δ᾿ Ἀθήνησι Δημοτίωνος ῾Ρωμαῖοι 60 10 μὲν ὑπάτους κατέστησαν Πούπλιον Οὐαλέριον Πο- πλικόλαν καὶ Γάιον Ναύτιον ῾Ροῦφον. ἐπὶ δὲ τούτων Ἀθηναῖοι στρατηγὸν ἑλόμενοι Κίμωνα τὸν Μιλτιά- δου καὶ δύναμιν ἀξιόλογον παραδόντες, ἐξέπεμψαν ἐπὶ τὴν παράλιον τῆς Ἀσίας βοηθήσοντα μὲν ταῖς 15 συμμαχούσαις πόλεσιν, ἐλευθερώσοντα δὲ τὰς Περ- σικαῖς ἔτι φρουραῖς κατεχομένας. οὗτος δὲ παραλα- 2 βὼν τὸν στόλον ἐν Βυζαντίῳ, καὶ καταπλεύσας ἐπὶ πόλιν τὴν ὀνομαζομένην Ἠιόνα, ταύτην μὲν Περσῶν κατεχόντων ἐχειρώσατο, Σκῦρον δὲ Πελασγῶν ἐνοι- 20 κούντων καὶ Δολόπων ἐξεπολιόρκησε, καὶ κτίστην Ἀθηναῖον καταστήσας κατεκληρούχησε τὴν χώραν. μετὰ δὲ ταῦτα μειζόνων πράξεων ἄρξασθαι διανο- 3 ούμενος, κατέπλευσεν εἰς τὸν Πειραιᾶ, καὶ προσ- λαβόμενος πλείους τριήρεις καὶ τὴν ἄλλην χορηγίαν 25 ἀξιόλογον παρασκευασάμενος, τότε μὲν ἐξέπλευσεν

7 μὲν del. Dind. 8 Πυξοῦντα Cluverius, τευξοῦντα cod., βυξουντα P¹ in mg. 10 πουπλικόλαν PH, πουβλι- κόλαν AL 11 Ναύτιον Rhod., ναύπιον PH, ἄπιον F, ἄππιον cet. 15 τὰς Reiske, ταῖς cod. 16 ἔτι φρουραῖς PAL, φρουραῖς ἔτι cet. 17 ἐν Βυζ. καὶ Reiske, καὶ ἐν Βυζ. cod. 24 καὶ τὴν om. P