Textus Originalis
308 DIODOR. XI 60. 61.
ἔχων τριήρεις διακοσίας, ὕστερον δὲ μεταπεμψάμενος παρὰ τῶν Ἰώνων καὶ τῶν ἄλλων ἁπάντων τὰς 4 ἁπάσας εἶχε τριακοσίας. πλεύσας οὖν μετὰ παντὸς τοῦ στόλου πρὸς τὴν Καρίαν, τῶν παραθαλαττίων πόλεων ὅσαι μὲν ἦσαν ἐκ τῆς Ἑλλάδος ἀπῳκισμέναι, 5 ταύτας παραχρῆμα συνέπεισεν ἀποστῆναι τῶν Περ- σῶν, ὅσαι δ᾿ ὑπῆρχον δίγλωττοι καὶ φρουρὰς ἔχου- σαι Περσικάς, βίαν προσάγων ἐπολιόρκει. προσαγα- γόμενος δὲ τὰς κατὰ τὴν Καρίαν πόλεις, ὁμοίως 5 καὶ τὰς ἐν τῇ Λυκίᾳ πείσας προσελάβετο. παρὰ δὲ 10 τῶν ἀεὶ προστιθεμένων συμμάχων προσλαβόμενος ναῦς ἐπὶ πλέον ηὔξησε τὸν στόλον. οἱ δὲ Πέρσαι τὸ μὲν πεζὸν στράτευμα δι᾿ ἑαυτῶν κατεσκεύασαν, τὸ δὲ ναυτικὸν ἤθροισαν ἔκ τε Φοινίκης καὶ Κύπρου καὶ Κιλικίας· ἐστρατήγει δὲ τῶν Περσικῶν δυνά- 450 6 μεων Τιθραύστης, υἱὸς ὢν Ξέρξου νόθος. Κίμων 15 δὲ πυνθανόμενος τὸν στόλον τῶν Περσῶν διατρίβειν περὶ τὴν Κύπρον, καὶ πλεύσας ἐπὶ τοὺς βαρβάρους, ἐναυμάχησε διακοσίαις καὶ πεντήκοντα ναυσὶ πρὸς τριακοσίας καὶ τετταράκοντα. γενομένου δ᾿ ἀγῶνος 20 ἰσχυροῦ καὶ τῶν στόλων ἀμφοτέρων λαμπρῶς ἀγω- νιζομένων, τὸ τελευταῖον ἐνίκων οἱ Ἀθηναῖοι, καὶ πολλὰς μὲν τῶν ἐναντίων ναῦς διέφθειραν, πλείους δὲ τῶν ἑκατὸν σὺν αὐτοῖς τοῖς ἀνδράσιν εἷλον. 7 τῶν δὲ λοιπῶν νεῶν καταφυγουσῶν εἰς τὴν Κύπρον, 25
2 ἄλλων ἁπάντων] Αἰολέων ἑκατὸν Wurm 3 ἁπάσας PALF, ἄλλας ἁπάσας cet. 6 συνέπεσεν v. 7 δίγλωττοι P, δίπλωττοι H(AL), ἐγχώριοι cet. 8 βίαν Steph. et Hert., βίᾳ cod. προσαγόμενος cod., corr. Eich. 9 ὁμοίως] δὲ add. cod. 10 πείσας PAH, πάσας cet. 18 τὴν om. FJK καὶ om. f