Textus Originalis
Ol. 77, 3 : 470 a. Chr. 309
οἱ μὲν ἐν αὐταῖς ἄνδρες εἰς τὴν γῆν ἀπεχώρησαν, αἱ δὲ νῆες κεναὶ τῶν βοηθούντων οὖσαι τοῖς πολε- μίοις ἐγενήθησαν ὑποχείριοι. Μετὰ δὲ ταῦτα ὁ μὲν Κίμων οὐκ ἀρκεσθεὶς τῇ- 61 5 λικαύτῃ νίκῃ παραχρῆμα παντὶ τῷ στόλῳ προσ- κατῆρεν ἐπὶ τὸ πεζὸν τῶν Περσῶν στρατόπεδον, οὔσης τῆς παρεμβολῆς παρὰ τὸν Εὐρυμέδοντα ποτα- μόν. βουλόμενος δὲ καταστρατηγῆσαι τοὺς βαρβά- ρους, ἐνεβίβασεν εἰς τὰς αἰχμαλωτίδας ναῦς τῶν 10 ἰδίων τοὺς ἀρίστους, δοὺς τιάρας καὶ τὴν ἄλλην κατασκευὴν περιθεὶς Περσικήν. οἱ δὲ βάρβαροι 2 προσπλέοντος ἄρτι τοῦ στόλου ταῖς Περσικαῖς ναυσὶ καὶ παρασκευαῖς ψευσθέντες ὑπέλαβον τὰς ἰδίας τριήρεις εἶναι. διόπερ οὗτοι μὲν προσεδέξαντο τοὺς 15 Ἀθηναίους ὡς φίλους ὄντας, ὁ δὲ Κίμων ἤδη νυ- κτὸς ἐπιγενομένης ἐκβιβάσας τοὺς στρατιώτας, καὶ προσδεχθεὶς ὡς φίλος ὑπ᾿ αὐτῶν, εἰσέπεσεν εἰς τὴν στρατοπεδείαν τῶν βαρβάρων. ταραχῆς δὲ μεγάλης 3 γενομένης παρὰ τοῖς Πέρσαις, οἱ μὲν περὶ τὸν Κί- 20 μωνα πάντας τοὺς ἐντυγχάνοντας ἔκτειναν, καὶ τὸν μὲν στρατηγὸν τῶν βαρβάρων τὸν ἕτερον Φερεν- δάτην, ἀδελφιδοῦν τοῦ βασιλέως, ἐν τῇ σκηνῇ κατα- λαβόντες ἐφόνευσαν, τῶν δ᾿ ἄλλων οὓς μὲν ἔκτεινον, οὓς δὲ κατετραυμάτιζον, πάντας δὲ διὰ τὸ παράδοξον 25 τῆς ἐπιθέσεως φεύγειν ἠνάγκασαν, καθόλου δ᾿ ἔκ- πληξις ἅμα καὶ ἄγνοια τοιαύτη κατεῖχε τοὺς Πέρσας, ὥσθ᾿ οἱ πλείους τοὺς ἐπιτιθεμένους αὐτοῖς οἵτινες
1 ἀνεχώρησαν f 5 προκατῆρεν PH 9 ἀνεβίβασεν v. 12 προσπλέοντος P, ὡς πλέοντος v. 16 ἐπιγινομένης PA ἐπιβιβάσας v., ἀποβιβάσας Rhod. 21 Φερεδάτην cod.