Textus Originalis

310 DIODOR. XI 61. 62. 63.

4 ἦσαν οὐκ ἐγίνωσκον. τοὺς μὲν γὰρ Ἕλληνας οὐχ ὑπελάμβανον ἥκειν πρὸς αὐτοὺς μετὰ δυνάμεως, τὸ σύνολον μηδ᾿ ἔχειν αὐτοὺς πεζὴν στρατιὰν πεπει- σμένοι· τοὺς δὲ Πισίδας, ὄντας ὁμόρους καὶ τὰ πρὸς αὐτοὺς ἀλλοτρίως ἔχοντας, ὑπελάμβανον ἥκειν μετὰ 5 δυνάμεως. διὸ καὶ νομίσαντες ἀπὸ τῆς ἠπείρου τὴν ἐπιφορὰν εἶναι τῶν πολεμίων, πρὸς τὰς ναῦς ὡς 5 πρὸς φιλίας ἔφευγον. τῆς δὲ νυκτὸς οὔσης ἀσελή- νου καὶ σκοτεινῆς συνέβαινε τὴν ἄγνοιαν πολὺ μᾶλλον αὔξεσθαι καὶ μηδένα τἀληθὲς δύνασθαι ἰδεῖν. 10 6 διὸ καὶ πολλοῦ φόνου γενομένου διὰ τὴν ἀταξίαν τῶν βαρβάρων, ὁ μὲν Κίμων προειρηκὼς τοῖς στρα- 451 τιώταις πρὸς τὸν ἀρθησόμενον πυρσὸν συντρέχειν, ἦρε πρὸς ταῖς ναυσὶ σύσσημον, εὐλαβούμενος μὴ διεσπαρμένων τῶν στρατιωτῶν καὶ πρὸς ἁρπαγὴν 15 7 ὁρμησάντων γένηταί τι παράλογον. πάντων δὲ πρὸς τὸν πυρσὸν ἀθροισθέντων καὶ παυσαμένων τῆς ἁρ- παγῆς, τότε μὲν εἰς τὰς ναῦς ἀπεχώρησαν, τῇ δ᾿ ὑστεραίᾳ τρόπαιον στήσαντες ἀπέπλευσαν εἰς τὴν Κύπρον, νενικηκότες δύο καλλίστας νίκας, τὴν μὲν 20 κατὰ γῆν, τὴν δὲ κατὰ θάλατταν· οὐδέπω γὰρ μνη- μονεύονται τοιαῦται καὶ τηλικαῦται πράξεις γενέσθαι κατὰ τὴν αὐτὴν ἡμέραν καὶ ναυτικῷ καὶ πεζῷ στρα- 62τοπέδῳ. Κίμων δὲ διὰ τῆς ἰδίας στρατηγίας καὶ ἀρετῆς μεγάλα κατωρθωκώς, περιβόητον ἔσχε τὴν 25 δόξαν οὐ μόνον παρὰ τοῖς πολίταις, ἀλλὰ καὶ παρὰ

3 μηδ᾿ P, μὴ v. πεπυσμένοι P 5 ὑπελάμβανον ἥκειν μετὰ δυνάμεως del. Madvig 8 φιλίας] φίλους P² 9 σκοτεινοῦ P 11 γινομένου PA 21 οὐδέποτε v. 22 πράξεις] παρατάξεις fort.