Textus Originalis

32 DIODORI SICULI

4 λαγος, ὀνομάζεσθαι δ᾿ Ὄρκαν. τῶν δὲ πλευρῶν τὴν μὲν ἐλαχίστην εἶναι σταδίων ἑπτακισχιλίων πεν- τακοσίων, παρήκουσαν παρὰ τὴν Εὐρώπην, τὴν δὲ δευτέραν τὴν ἀπὸ τοῦ πορθμοῦ πρὸς τὴν κορυφὴν ἀνήκουσαν σταδίων μυρίων πεντακισχιλίων, τὴν δὲ 5 λοιπὴν σταδίων δισμυρίων, ὥστε τὴν πᾶσαν εἶναι τῆς νήσου περιφορὰν σταδίων τετρακισμυρίων δισ- 5 χιλίων πεντακοσίων. κατοικεῖν δέ φασι τὴν Πρετ- τανικὴν αὐτόχθονα γένη καὶ τὸν παλαιὸν βίον ταῖς ἀγωγαῖς διατηροῦντα. ἅρμασι μὲν γὰρ κατὰ τοὺς 10 πολέμους χρῶνται, καθάπερ οἱ παλαιοὶ τῶν Ἑλλή- νων ἥρωες ἐν τῷ Τρωικῷ πολέμῳ κεχρῆσθαι πα- ραδέδονται, καὶ τὰς οἰκήσεις εὐτελεῖς ἔχουσιν, ἐκ τῶν καλάμων ἢ ξύλων κατὰ τὸ πλεῖστον συγκει- 347 μένας· τήν τε συναγωγὴν τῶν σιτικῶν καρπῶν ποι- 15 οῦνται τοὺς στάχυς αὐτοὺς ἀποτέμνοντες καὶ θη- σαυρίζοντες εἰς τὰς καταστέγους οἰκήσεις· ἐκ δὲ τούτων τοὺς παλαιοὺς στάχυς καθ᾿ ἡμέραν τίλλειν, 6 καὶ κατεργαζομένους ἔχειν τὴν τροφήν. τοῖς δ᾿ ἤθεσιν ἁπλοῦς εἶναι καὶ πολὺ κεχωρισμένους τῆς 20 τῶν νῦν ἀνθρώπων ἀγχινοίας καὶ πονηρίας. τάς τε διαίτας εὐτελεῖς ἔχειν, καὶ τῆς ἐκ τοῦ πλούτου γεννωμένης τρυφῆς πολὺ διαλλάττοντας. εἶναι δὲ καὶ πολυάνθρωπον τὴν νῆσον, καὶ τὴν τοῦ ἀέρος ἔχειν διάθεσιν παντελῶς κατεψυγμένην, ὡς ἂν ὑπ᾿ 25 αὐτὴν τὴν ἄρκτον κειμένην. βασιλεῖς δὲ καὶ δυ- νάστας πολλοὺς ἔχειν, καὶ πρὸς ἀλλήλους κατὰ τὸ

1 ὀρσίκαν D 15 τὴν] καὶ τὴν D 20 ἤθεσιν D πολὺ om. D 22 καὶ f. del. 23 διαλλαττούσας Dind. 26 δὲ Dind., τε cod.