Textus Originalis
Ol. 77, 4 : 469 a. Chr. 311
τοῖς ἄλλοις Ἕλλησιν. αἰχμαλώτους γὰρ εἰλήφει [τριήρεις] τριακοσίας καὶ τετταράκοντα ναῦς, ἄνδρας δὲ ὑπὲρ τοὺς δισμυρίους, χρημάτων δὲ πλῆθος ἀξιό- λογον. οἱ δὲ Πέρσαι τηλικούτοις ἐλαττώμασι περι- 2 5 πεπτωκότες ἄλλας τριήρεις πλείους κατεσκεύασαν, φοβούμενοι τὴν τῶν Ἀθηναίων αὔξησιν. ἀπὸ γὰρ τούτων τῶν χρόνων ἡ πόλις τῶν Ἀθηναίων πολλὴν ἐπίδοσιν ἐλάμβανε, χρημάτων τε πλήθει κατασκευ- ασθεῖσα καὶ δόξης μεγάλης ἐν ἀνδρείᾳ καὶ στρατη- 10 γίᾳ τυχοῦσα. ὁ δὲ δῆμος τῶν Ἀθηναίων δεκάτην 3 ἐξελόμενος ἐκ τῶν λαφύρων ἀνέθηκε τῷ θεῷ, καὶ τὴν ἐπιγραφὴν ἐπὶ τὸ κατασκευασθὲν ἀνάθημα ἐνέ- γραψε τήνδε, ἐξ οὗ γ᾿ Εὐρώπην Ἀσίας δίχα πόντος ἔνειμε 15 καὶ πόλιας θνητῶν θοῦρος Ἄρης ἐπέχει, οὐδέν πω τοιοῦτον ἐπιχθονίων γένετ᾿ ἀνδρῶν ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ἅμα. οἵδε γὰρ ἐν Κύπρῳ Μήδους πολλοὺς ὀλέσαντες Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει 20 ἀνδρῶν πληθούσας, μέγα δ᾿ ἔστενεν Ἀσὶς ὑπ᾿ αὐτῶν πληγεῖσ᾿ ἀμφοτέραις χερσὶ κράτει πολέμου. Ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυ- 63 τόν. ἐπ᾿ ἄρχοντος δ᾿ Ἀθήνησι Φαίωνος ἐν ῾Ρώμῃ τὴν ὕπατον ἀρχὴν διεδέξαντο Λεύκιος Φούριος Με- 25 διολανὸς καὶ Μάρκος Μανίλιος Οὐάσων. ἐπὶ δὲ τού-
2 τριήρεις delevi ναῦς del. Dind. 3 ἀξιολόγων P 4 τηλικαύτοις P, τοιούτοις v. 9 ἐν] ἐπ᾿ Rhod. 15 πό- λεας cod. 16 οὐδέπω AF 20 αὐτῶν] αὐτῷ PAFHLK 23 Φαίδωνος f; Ἀψηφίονος marmor Parium 24 διεδέξατο P¹ φρούριος Pa Μεδιόλανος P; Μεδουλλῖνος Rhod. 25 Μάνιος f; Μάνλιος Οὐόλσων Rhod.