Textus Originalis

312 DIODOR. XI 63. 64.

των μεγάλη τις καὶ παράδοξος ἐγένετο συμφορὰ τοῖς Λακεδαιμονίοις· ἐν γὰρ τῇ Σπάρτῃ γενομένων σει- σμῶν μεγάλων συνέβη πεσεῖν τὰς οἰκίας ἐκ θεμε- λίων καὶ τῶν Λακεδαιμονίων πλείους τῶν δισμυρίων 2 φθαρῆναι. ἐπὶ πολὺν δὲ χρόνον συνεχῶς τῆς πόλεως 5 καταφερομένης καὶ τῶν οἰκιῶν πιπτουσῶν πολλὰ σώματα τοῖς πτώμασι τῶν τοίχων ἀπολαμβανόμενα διεφθάρη, οὐκ ὀλίγον δὲ τῶν κατὰ τὰς οἰκίας χρη- 3 μάτων ὁ σεισμὸς ἐλυμήνατο. καὶ τοῦτο μὲν τὸ κακὸν 452 ὥσπερ δαιμονίου τινὸς νεμεσήσαντος αὐτοῖς ἔπαθον, 10 ἄλλους δὲ κινδύνους ὑπ᾿ ἀνθρώπων αὐτοῖς συνέβη 4 γενέσθαι διὰ τοιαύτας αἰτίας. Εἵλωτες καὶ Μεσσή- νιοι πρὸς Λακεδαιμονίους ἀλλοτρίως ἔχοντες τὸ μὲν πρὸ τοῦ ἡσυχίαν εἶχον, φοβούμενοι τὴν τῆς Σπάρ- της ὑπεροχήν τε καὶ δύναμιν· ἐπεὶ δὲ διὰ τὸν σει- 15 σμὸν ἑώρων τοὺς πλείους αὐτῶν ἀπολωλότας, κατε- φρόνησαν τῶν ἀπολελειμμένων, ὀλίγων ὄντων. διόπερ πρὸς ἀλλήλους συνθέμενοι κοινῇ τὸν πόλεμον ἐξή- 5 νεγκαν τὸν πρὸς τοὺς Λακεδαιμονίους. ὁ δὲ βασι- λεὺς τῶν Λακεδαιμονίων Ἀρχίδαμος διὰ τῆς ἰδίας 20 προνοίας καὶ κατὰ τὸν σεισμὸν ἔσωζε τοὺς πολίτας καὶ κατὰ τὸν πόλεμον γενναίως τοῖς ἐπιτιθεμένοις 6 ἀντετάξατο. τῆς μὲν γὰρ πόλεως συνεχομένης ὑπὸ τῆς τοῦ σεισμοῦ δεινότητος, πρῶτος Σπαρτιατῶν ἐκ τῆς πόλεως ἁρπάσας τὴν πανοπλίαν ἐπὶ τὴν χώραν 25 ἐξεπήδησε, καὶ τοῖς ἄλλοις πολίταις τὸ αὐτὸ πράτ-

12 διὰ τ. αἰτίας PA, δι᾿ αἰτίας τ. cet. εἵλωτες PF μεσήνιοι P (sic etiam infra) 14 πρὸ τοῦ Bek., πρῶτον cod. 18 ἐξήνεγκαν τὸν Dind., ἐξηνέγκαντο cod. 22 ἐπιτεθει- μένοις P