Textus Originalis

Ol. 77, 4 : 469 a. Chr. 313

τειν παρήγγειλεν. ὑπακουσάντων δὲ τῶν Σπαρτια- τῶν, τοῦτον τὸν τρόπον οἱ περιλειφθέντες ἐσώθησαν, οὓς συντάξας ὁ βασιλεὺς Ἀρχίδαμος παρεσκευάζετο πολεμεῖν τοῖς ἀφεστηκόσιν. οἱ δὲ Μεσσήνιοι μετὰ 64 5 τῶν Εἱλώτων συνταχθέντες τὸ μὲν πρῶτον ὥρμησαν ἐπὶ τὴν Σπάρτην, ὑπολαμβάνοντες αὐτὴν αἱρήσειν διὰ τὴν ἐρημίαν τῶν βοηθησόντων· ὡς δ᾿ ἤκουσαν τοὺς ὑπολελειμμένους μετ᾿ Ἀρχιδάμου τοῦ βασιλέως συντεταγμένους ἑτοίμους εἶναι πρὸς τὸν ὑπὲρ τῆς 10 πατρίδος ἀγῶνα, ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστη- σαν, καταλαβόμενοι δὲ τῆς Μεσσηνίας χωρίον ὀχυ- ρόν, ἐκ τούτου τὴν ὁρμὴν ποιούμενοι κατέτρεχον τὴν Λακωνικήν. οἱ δὲ Σπαρτιᾶται καταφυγόντες 2 ἐπὶ τὴν παρὰ τῶν Ἀθηναίων βοήθειαν προσελάβοντο 15 παρ᾿ αὐτῶν δύναμιν· οὐδὲν δ᾿ ἧττον καὶ παρὰ τῶν ἄλλων συμμάχων ἀθροίσαντες δυνάμεις ἀξιόμαχοι τοῖς πολεμίοις ἐγενήθησαν. καὶ τὸ μὲν πρῶτον πολὺ προεῖχον τῶν πολεμίων, ὕστερον δὲ ὑποψίας γενο- μένης ὡς τῶν Ἀθηναίων μελλόντων ἀποκλίνειν πρὸς 20 τοὺς Μεσσηνίους, ἀπέλυσαν αὐτῶν τὴν συμμαχίαν, φήσαντες ἱκανοὺς ἔχειν πρὸς τὸν ἐφεστῶτα κίνδυ- νον τοὺς ἄλλους συμμάχους. οἱ δὲ Ἀθηναῖοι δό- 3 ξαντες ἑαυτοὺς ἠτιμάσθαι, τότε μὲν ἀπηλλάγησαν· μετὰ δὲ ταῦτα ἀλλοτρίως ἔχοντες τὰ πρὸς τοὺς Λα- 25 κεδαιμονίους ἀεὶ μᾶλλον τὴν ἔχθραν ἐξεπύρσευον. διὸ καὶ ταύτην μὲν ἀρχὴν ἔλαβον τῆς ἀλλοτριότητος,

1 παρήγγελλεν F 5 συναχθέντες FJK 21 ἱκανῶς P 23 τότε Reiske, οὗτοι cod., οὕτω Klüber 25 ἐξεπύρσευον Hert., ἐπύρσευον cod. 26 μὲν Dind., τὴν cod. ἔλαβον Wurm, ἐξέλαβον cod.