Textus Originalis

314 DIODOR. XI 64. 65.

ὕστερον δὲ αἱ πόλεις διηνέχθησαν, καὶ μεγάλους ἐπανελόμεναι πολέμους ἔπλησαν ἅπασαν τὴν Ἑλλάδα μεγάλων ἀτυχημάτων. ἀλλὰ γὰρ περὶ τούτων τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν. 4 τότε δὲ οἱ Λακεδαιμόνιοι στρατεύσαντες ἐπὶ τὴν 5 Ἰθώμην μετὰ τῶν συμμάχων ἐπολιόρκουν αὐτήν. οἱ δ᾿ Εἵλωτες πανδημεὶ τῶν Λακεδαιμονίων ἀφε- 453 στῶτες συνεμάχουν τοῖς Μεσσηνίοις, καὶ ποτὲ μὲν ἐνίκων, ποτὲ δὲ ἡττῶντο. ἐπὶ δὲ ἔτη δέκα τοῦ πολέμου μὴ δυναμένου διακριθῆναι, διετέλουν τοῦ- 10 τον τὸν χρόνον ἀλλήλους κακοποιοῦντες. 65 Μετὰ δὲ ταῦτα Ἀθήνησι μὲν ἦν ἄρχων Θεαγε- νείδης, ἐν ῾Ρώμῃ δ᾿ ὕπατοι καθειστήκεσαν Λεύκιος Αἰμίλιος Μάμερκος καὶ Λεύκιος Ἰούλιος Ἴουλος, ὀλυμπιὰς δ᾿ ἤχθη ἑβδομηκοστὴ καὶ ὀγδόη, καθ᾿ ἣν 15 ἐνίκα στάδιον Παρμενίδης Ποσειδωνιάτης. ἐπὶ δὲ τούτων Ἀργείοις καὶ Μυκηναίοις ἐνέστη πόλεμος διὰ 2 τοιαύτας αἰτίας. Μυκηναῖοι διὰ τὸ παλαιὸν ἀξίωμα τῆς ἰδίας πατρίδος οὐχ ὑπήκουον τοῖς Ἀργείοις, ὥσπερ αἱ λοιπαὶ πόλεις αἱ κατὰ τὴν Ἀργείαν, ἀλλὰ 20 κατ᾿ ἰδίαν ταττόμενοι τοῖς Ἀργείοις οὐ προσεῖχον· ἠμφισβήτουν δὲ καὶ περὶ τῶν ἱερῶν τῆς Ἥρας, καὶ τὸν ἀγῶνα τῶν Νεμέων ἠξίουν αὐτοὶ διοικεῖν· πρὸς δὲ τούτοις [ὅτι] τῶν Ἀργείων ψηφισαμένων μὴ συμ- μαχεῖν εἰς Θερμοπύλας τοῖς Λακεδαιμονίοις, ἐὰν μὴ 25

2 ἐνέπλησαν Dind., ἐπλήρωσαν fort. 5 στρατεύσαντες Dind., στρατηγήσαντες cod. 12 Θεαγενείδας f 14 Ἰούλιος Dind., ἰούνιος cod. ἴουλλος PAH 16 παρμενείδης P, παρμενίδας f 23 τὸν Νεμαῖον v., τὸν Νεμεαῖον Wess. αὐτοὶ*] αὐτοῖς Pa, ἑαυτοῖς cet., ἑαυτοὺς Reiske 24 ὅτι del. Dind., ἔτι Reiske