Textus Originalis
Ol. 78, 1 : 468 a. Chr. 315
μέρος τῆς ἡγεμονίας αὐτοῖς παραδῶσι, μόνοι τῶν τὴν Ἀργείαν κατοικούντων συνεμάχησαν οἱ Μυκη- ναῖοι τοῖς Λακεδαιμονίοις. τὸ δὲ σύνολον ὑπώ- 3 πτευον αὐτούς, μήποτε ἰσχύσαντες ἐπὶ πλέον τῆς 5 ἡγεμονίας ἀμφισβητήσωσι τοῖς Ἀργείοις διὰ τὸ πα- λαιὸν φρόνημα τῆς πόλεως. διὰ δὴ ταύτας τὰς αἰτίας ἀλλοτρίως διακείμενοι, πάλαι μὲν ἔσπευδον ἆραι τὴν πόλιν, τότε δὲ καιρὸν εὔθετον ἔχειν ἐνό- μιζον, ὁρῶντες τοὺς Λακεδαιμονίους τεταπεινωμέ- 10 νους καὶ μὴ δυναμένους τοῖς Μυκηναίοις βοηθεῖν. ἀθροίσαντες οὖν ἀξιόλογον δύναμιν ἔκ τε Ἄργους καὶ ἐκ τῶν συμμαχίδων πόλεων ἐστράτευσαν ἐπ᾿ αὐτούς, νικήσαντες δὲ μάχῃ τοὺς Μυκηναίους καὶ συγκλείσαντες ἐντὸς τειχῶν ἐπολιόρκουν τὴν πόλιν. 15 οἱ δὲ Μυκηναῖοι χρόνον μέν τινα τοὺς πολιορκοῦν- 4 τας εὐτόνως ἠμύνοντο, μετὰ δὲ ταῦτα λειπόμενοι τῷ πολέμῳ, καὶ τῶν Λακεδαιμονίων μὴ δυναμένων βοηθῆσαι διὰ τοὺς ἰδίους πολέμους καὶ τὴν ἐκ τῶν σεισμῶν γενομένην αὐτοῖς συμφοράν, ἄλλων δ᾿ οὐκ 20 ὄντων συμμάχων, ἐρημίᾳ τῶν ἐπικουρούντων κατὰ κράτος ἥλωσαν. οἱ δὲ Ἀργεῖοι τοὺς Μυκηναίους 5 ἀνδραποδισάμενοι καὶ δεκάτην ἐξ αὐτῶν τῷ θεῷ καθιερώσαντες, τὰς Μυκήνας κατέσκαψαν. αὕτη μὲν οὖν ἡ πόλις, εὐδαίμων ἐν τοῖς ἀρχαίοις χρόνοις 25 γενομένη καὶ μεγάλους ἄνδρας ἔχουσα καὶ πράξεις ἀξιολόγους ἐπιτελεσαμένη, τοιαύτην ἔσχε τὴν κατα- στροφήν, καὶ διέμεινεν ἀοίκητος μέχρι τῶν καθ᾿
17 τῶν πολέμων P, τῷ πόνῳ Dind., τῶν πολεμίων fort. 24 οὖν om. P 25 σχοῦσα Reiske