Textus Originalis

316 DIODOR. XI 65. 66. 67.

ἡμᾶς χρόνων. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν. 66 Ἐπ᾿ ἄρχοντος δ᾿ Ἀθήνησι Λυσιστράτου ῾Ρωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Πινάριον Μαμερτῖνον 454 καὶ Πούπλιον Φούριον Φίφρωνα. ἐπὶ δὲ τούτων 5 Ἱέρων ὁ τῶν Συρακοσίων βασιλεὺς τοὺς Ἀναξίλα παῖδας τοῦ γενομένου τυράννου Ζάγκλης εἰς Συρα- κούσας μεταπεμψάμενος μεγάλαις δωρεαῖς ἀνεμί- μνησκε τῆς Γέλωνος γενομένης πρὸς τὸν πατέρα αὐτῶν εὐεργεσίας, καὶ συνεβούλευεν αὐτοῖς ἤδη τὴν 10 ἡλικίαν ἠνδρωμένοις ἀπαιτῆσαι λόγον παρὰ Μικύθου τοῦ ἐπιτροπεύοντος, καὶ τὴν δυναστείαν αὑτοὺς 2 παραλαβεῖν. τούτων δ᾿ ἐπανελθόντων εἰς τὸ ῾Ρήγιον, καὶ τὸν ἐπίτροπον λόγον ἀπαιτούντων τῶν διῳκημέ- νων, ὁ Μίκυθος, ἀνὴρ ὢν ἀγαθός, συνήγαγε τοὺς 15 πατρικοὺς φίλους τῶν παίδων καὶ τὸν λόγον οὕτω καθαρῶς ἀπέδωκεν, ὥστε ἅπαντας τοὺς παρόντας θαυμάζειν τήν τε δικαιοσύνην καὶ τὴν πίστιν, τοὺς δὲ παῖδας μεταμεληθέντας ἐπὶ τοῖς πραχθεῖσιν ἀξιοῦν τὸν Μίκυθον πάλιν τὴν ἀρχὴν παραλαβεῖν, καὶ 20 πατρὸς ἐξουσίαν ἔχοντα καὶ τάξιν διοικεῖν τὰ κατὰ 3 τὴν δυναστείαν. οὐ μὴν ὁ Μίκυθός γε συνεχώρησεν, ἀλλὰ πάντα παραδοὺς ἀκριβῶς καὶ τὴν ἰδίαν οὐσίαν ἐνθέμενος εἰς πλοῖον ἐξέπλευσεν ἐκ τοῦ ῾Ρηγίου, προπεμπόμενος ὑπὸ τῆς τῶν ὄχλων εὐνοίας. οὗτος 25 μὲν οὖν εἰς τὴν Ἑλλάδα κατάρας ἐν Τεγέαις τῆς 4 Ἀρκαδίας κατεβίωσεν ἐπαινούμενος. Ἱέρων δ᾿ ὁ τῶν

5 φρούριον Pa Φίφρωνα] φιλοσόφαν PHL, φιλόσο- φον A 6 τοὺς] τοῦ P 7 ζάκλης P 12 αὑτοὺς] αὐτῶν f 15 ὢν] ἦν P 18 καὶ τὴν] καὶ P