Textus Originalis
Ol. 78, 2. 3 : 467. 466 a. Chr. 317
Συρακοσίων βασιλεὺς ἐτελεύτησεν ἐν τῇ Κατάνῃ, καὶ τιμῶν ἡρωικῶν ἔτυχεν, ὡς ἂν κτίστης γεγονὼς τῆς πόλεως. οὗτος μὲν οὖν ἄρξας ἔτη ἕνδεκα κατέ- λιπε τὴν βασιλείαν Θρασυβούλῳ τῷ ἀδελφῷ, ὃς ἦρξε 5 Συρακοσίων ἐνιαυτὸν ἕνα. Ἐπ᾿ ἄρχοντος δ᾿ Ἀθήνησι Λυσανίου ῾Ρωμαῖοι 67 κατέστησαν ὑπάτους Ἄππιον Κλαύδιον καὶ Τίτον Κοΐντιον Καπιτώλιον. ἐπὶ δὲ τούτων Θρασύβουλος ὁ τῶν Συρακοσίων βασιλεὺς ἐξέπεσεν ἐκ τῆς ἀρχῆς, 10 περὶ οὗ τὰ κατὰ μέρος ἀναγράφοντας ἡμᾶς ἀναγ- καῖόν ἐστι βραχὺ τοῖς χρόνοις ἀναδραμόντας ἀπ᾿ ἀρχῆς ἅπαντα καθαρῶς ἐκθεῖναι. Γέλων ὁ Δεινο- 2 μένους ἀρετῇ καὶ στρατηγίᾳ πολὺ τοὺς ἄλλους διε- νέγκας καὶ Καρχηδονίους καταστρατηγήσας ἐνίκησε 15 παρατάξει μεγάλῃ τοὺς βαρβάρους, καθότι προείρη- ται· χρησάμενος δὲ ἐπιεικῶς τοῖς καταπολεμηθεῖσι καὶ καθόλου τοῖς πλησιοχώροις πᾶσι προσενεχθεὶς φιλανθρώπως, μεγάλης ἔτυχεν ἀποδοχῆς παρὰ τοῖς Σικελιώταις. οὗτος μὲν οὖν ὑπὸ πάντων ἀγαπώ- 3 20 μενος διὰ τὴν πρᾳότητα, διετέλεσε τὸν βίον εἰρηνι- κῶς μέχρι τῆς τελευτῆς. τὴν δὲ βασιλείαν διαδε- ξάμενος Ἱέρων ὁ πρεσβύτατος τῶν ἀδελφῶν οὐχ ὁμοίως ἦρχε τῶν ὑποτεταγμένων· ἦν γὰρ καὶ φιλάρ- 4 455γυρος καὶ βίαιος καὶ καθόλου τῆς ἁπλότητος καὶ 25 καλοκἀγαθίας [τἀδελφοῦ] ἀλλοτριώτατος. διὸ καὶ πλείονές τινες ἀφίστασθαι βουλόμενοι παρακατέσχον τὰς ἰδίας ὁρμὰς διὰ τὴν Γέλωνος δόξαν καὶ τὴν
8 Κοίντιον] κούτιον PAHJ, κάτλιον cet. 10 τὰ add. Dind. 19 πάντων P, παντὸς v. 25 τἀδελφοῦ om. Pa