Textus Originalis

318 DIODOR. XI 67. 68.

5 εἰς τοὺς ἅπαντας Σικελιώτας εὔνοιαν. μετὰ δὲ τὴν Ἱέρωνος τελευτὴν παραλαβὼν τὴν ἀρχὴν Θρασύβου- λος ὁ ἀδελφὸς ὑπερέβαλε τῇ κακίᾳ τὸν πρὸ αὑτοῦ βασιλεύσαντα. βίαιος γὰρ ὢν καὶ φονικὸς πολλοὺς μὲν τῶν πολιτῶν ἀνῄρει παρὰ τὸ δίκαιον, οὐκ ὀλί- 5 γους δὲ φυγαδεύων ἐπὶ ψευδέσι διαβολαῖς τὰς οὐσίας εἰς τὸ βασιλικὸν ἀνελάμβανε· καθόλου δὲ μισῶν καὶ μισούμενος ὑπὸ τῶν ἀδικουμένων, μισθοφόρων πλῆθος ἐξενολόγησεν, ἀντίταγμα κατασκευάζων ταῖς 6 πολιτικαῖς δυνάμεσιν. ἀεὶ δὲ μᾶλλον τοῖς πολίταις 10 ἀπεχθόμενος, καὶ πολλοὺς μὲν ὑβρίζων, τοὺς δὲ ἀναιρῶν, ἠνάγκασε τοὺς ἀδικουμένους ἀποστῆναι. διόπερ οἱ Συρακόσιοι προστησάμενοι τοὺς ἡγησο- μένους ὥρμησαν ἐπὶ τὴν κατάλυσιν τῆς τυραννίδος πανδημεί, καὶ συνταχθέντες ὑπὸ τῶν ἡγεμόνων ἀν- 15 7 τείχοντο τῆς ἐλευθερίας. Θρασύβουλος δὲ ὁρῶν τὴν πόλιν ὅλην ἐπ᾿ αὐτὸν στρατευομένην, τὸ μὲν πρῶ- τον ἐπεχείρει λόγῳ καταπαύειν τὴν στάσιν· ὡς δ᾿ ἑώρα τὴν ὁρμὴν τῶν Συρακοσίων ἀκατάπαυστον οὖσαν, συνήγαγεν ἔκ τε τῆς Κατάνης τοὺς κατοικι- 20 σθέντας ὑφ᾿ Ἱέρωνος καὶ τοὺς ἄλλους συμμάχους, ἔτι δὲ [καὶ] μισθοφόρων πλῆθος, ὥστε τοὺς ἅπαν- τας γενέσθαι σχεδὸν περὶ τοὺς μυρίους πεντακισχι- 8 λίους. οὗτος μὲν οὖν τῆς πόλεως κατειληφὼς τὴν ὀνομαζομένην Ἀχραδινὴν καὶ τὴν Νῆσον ὀχυρὰν 25 οὖσαν, καὶ ἐκ τούτων ὁρμώμενος, διεπολέμει πρὸς

1 μετὰ δὲ — (16) ἐλευθερίας om. P 11 ἀπεχθανόμε- νος f μὲν om. AH et Peiresc. 18 καταπαύσειν AFJK 22 καὶ om. PA 23 σχεδὸν om. FJM 25 καὶ τὴν P, καὶ v.