Textus Originalis
Ol. 78, 3 : 466 a. Chr. 319
τοὺς ἀφεστῶτας. οἱ δὲ Συρακόσιοι τὸ μὲν πρῶτον 68 μέρος τῆς πόλεως κατελάβοντο τὴν ὀνομαζομένην Τύκην, ἐκ ταύτης δὲ ὁρμώμενοι πρεσβευτὰς ἀπέ- στειλαν εἰς Γέλαν καὶ Ἀκράγαντα καὶ Σελινοῦντα, 5 πρὸς δὲ τούτοις εἰς Ἱμέραν καὶ πρὸς τὰς τῶν Σι- κελῶν πόλεις τὰς ἐν τῇ μεσογείῳ κειμένας, ἀξιοῦν- τες κατὰ τάχος συνελθεῖν καὶ συνελευθερῶσαι τὰς Συρακούσας. πάντων δὲ προθύμως ὑπακουόντων, 2 καὶ συντόμως ἀποστειλάντων τῶν μὲν πεζοὺς καὶ 10 ἱππεῖς στρατιώτας, τῶν δὲ ναῦς μακρὰς κεκοσμη- μένας εἰς ναυμαχίαν, ταχὺ συνήχθη δύναμις ἀξιό- χρεως τοῖς Συρακοσίοις. διὸ καὶ τὰς ναῦς καταρ- τίσαντες οἱ Συρακόσιοι καὶ τὴν πεζὴν δύναμιν ἐκτάξαντες, ἑτοίμους ἑαυτοὺς ἀπέδειξαν καὶ πεζῇ 15 καὶ κατὰ θάλατταν [βουλομένους] διαγωνίζεσθαι. 456 ὁ δὲ Θρασύβουλος ἐγκαταλειπόμενος ὑπὸ τῶν συμ- 3 μάχων καὶ τὰς ἐλπίδας ἐν αὑτοῖς ἔχων τοῖς μισθο- φόροις, τῆς μὲν Ἀχραδινῆς καὶ τῆς Νήσου κύριος ἦν, τὸ δὲ λοιπὸν μέρος τῆς πόλεως κατεῖχον οἱ 20 Συρακόσιοι. μετὰ δὲ ταῦτα ὁ μὲν Θρασύβουλος ταῖς ναυσὶν ἐπιπλεύσας ἐπὶ τοὺς πολεμίους, καὶ λειφθεὶς τῇ ναυμαχίᾳ, συχνὰς μὲν τριήρεις ἀπέβαλε, ταῖς δ᾿ ἄλλαις κατέφυγεν εἰς τὴν Νῆσον. ὁμοίως 4 δὲ καὶ τὴν πεζὴν δύναμιν προαγαγὼν ἐκ τῆς Ἀχρα- 25 δινῆς καὶ παραταξάμενος ἐν τοῖς προαστείοις ἡττή- θη, καὶ πολλοὺς ἀποβαλὼν ἠναγκάσθη πάλιν εἰς
3 Τύκην Cluverius, ἰτύκην cod. 6 ἀξιοῦντες — (p. 320, 1) ἀποχωρῆσαι om. P 12 καταρτίσαντες Reiske, καταστήσαντες cod. 15 βουλομένους del. Bek., βουλομένοις fort. 22 ληφθεὶς AF² 23 τὴν om. A DIODORUS II. 25