Textus Originalis

320 DIODOR. XI 68. 69. 70.

τὴν Ἀχραδινὴν ἀποχωρῆσαι. τέλος δὲ ἀπογνοὺς τὴν τυραννίδα διεπρεσβεύσατο πρὸς τοὺς Συρακο- σίους, καὶ συνθέμενος τὰ πρὸς αὐτοὺς ὑπόσπονδος 5 ἀπῆλθεν εἰς Λοκρούς. οἱ δὲ Συρακόσιοι τοῦτον τὸν τρόπον ἐλευθερώσαντες τὴν πατρίδα τοῖς μὲν μισθο- 5 φόροις συνεχώρησαν ἀπελθεῖν ἐκ τῶν Συρακουσῶν, τὰς δὲ ἄλλας πόλεις τὰς τυραννουμένας ἢ φρουρὰς ἐχούσας ἐλευθερώσαντες ἀποκατέστησαν ταῖς πόλεσι 6 τὰς δημοκρατίας. ἀπὸ δὲ τούτων τῶν χρόνων εἰρή- νην ἔχουσα πολλὴν ἐπίδοσιν ἔλαβε πρὸς εὐδαιμονίαν, 10 καὶ διεφύλαξε τὴν δημοκρατίαν ἔτη σχεδὸν ἑξήκοντα 7 μέχρι τῆς Διονυσίου τυραννίδος. Θρασύβουλος δὲ καλῶς θεμελιωθεῖσαν βασιλείαν παραλαβών, διὰ τὴν ἰδίαν κακίαν αἰσχρῶς ἀπέβαλε τὴν ἀρχήν, καὶ φυγὼν εἰς Λοκροὺς ἐνταῦθα τὸν λοιπὸν χρόνον ἰδιωτεύων 15 8 κατεβίωσεν. — Ἅμα δὲ τούτοις πραττομένοις ἐν τῇ ῾Ρώμῃ τότε πρώτως κατεστάθησαν δήμαρχοι τέτταρες, Γάιος Σικίνιος καὶ Λεύκιος Νεμετώριος, πρὸς δὲ τούτοις Μάρκος Δουίλλιος καὶ Σπόριος Ἀκίλιος. 69 Τοῦ δ᾿ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι 20 μὲν ἦρχε Λυσίθεος, ἐν ῾Ρώμῃ δ᾿ ὕπατοι καθειστή- κεσαν Λεύκιος Οὐαλέριος Ποπλικόλας καὶ Τίτος Αἰμίλιος Μάμερκος. ἐπὶ δὲ τούτων κατὰ τὴν Ἀσίαν Ἀρτάβανος, τὸ μὲν γένος Ὑρκάνιος, δυνάμενος δὲ πλεῖστον παρὰ τῷ βασιλεῖ Ξέρξῃ καὶ τῶν δορυφό- 25 ρων ἀφηγούμενος, ἔκρινεν ἀνελεῖν τὸν Ξέρξην καὶ

2 πρὸς] τὰ πρὸς f 7 πόλεις τὰς P, πολιτείας v. 10 πολλὴν] ἡ πόλις πολλὴν Wurm 19 δουήλλιος P, δουικί- τιος FJM 20 ἐνιαυσιαίου v. 21 καθειστήκεισαν P, κα- τεστάθησαν v. 22 πουπλικόλας PKL 23 μέμερκος P