Textus Originalis
V 21. 22. 33
πλεῖστον εἰρηνικῶς διακεῖσθαι. ἀλλὰ περὶ μὲν τῶν 22 κατ᾿ αὐτὴν νομίμων καὶ τῶν ἄλλων ἰδιωμάτων τὰ κατὰ μέρος ἀναγράψομεν ὅταν ἐπὶ τὴν Καίσαρος γενομένην στρατείαν εἰς Πρεττανίαν παραγενηθῶ- 5 μεν, νῦν δὲ περὶ τοῦ κατ᾿ αὐτὴν φυομένου κατ- τιτέρου διέξιμεν. τῆς γὰρ Πρεττανικῆς κατὰ τὸ ἀκρωτήριον τὸ καλούμενον Βελέριον οἱ κατοικοῦν- τες φιλόξενοί τε διαφερόντως εἰσὶ καὶ διὰ τὴν τῶν ξένων ἐμπόρων ἐπιμιξίαν ἐξημερωμένοι τὰς ἀγωγάς. 10 οὗτοι τὸν καττίτερον κατασκευάζουσι φιλοτέχνως ἐργαζόμενοι τὴν φέρουσαν αὐτὸν γῆν. αὕτη δὲ πε- 2 τρώδης οὖσα διαφυὰς ἔχει γεώδεις, ἐν αἷς τὸν πό- ρον κατεργαζόμενοι καὶ τήξαντες καθαίρουσιν. ἀπο- τυποῦντες δ᾿ εἰς ἀστραγάλων ῥυθμοὺς κομίζουσιν 15 εἴς τινα νῆσον προκειμένην μὲν τῆς Πρεττανικῆς, ὀνομαζομένην δὲ Ἴκτιν· κατὰ γὰρ τὰς ἀμπώτεις ἀνα- ξηραινομένου τοῦ μεταξὺ τόπου ταῖς ἁμάξαις εἰς ταύτην κομίζουσι δαψιλῆ τὸν καττίτερον. ἴδιον δέ 3 τι συμβαίνει περὶ τὰς πλησίον νήσους τὰς μεταξὺ 20 κειμένας τῆς τε Εὐρώπης καὶ τῆς Πρεττανικῆς· κατὰ μὲν γὰρ τὰς πλημυρίδας τοῦ μεταξὺ πόρου πλη- ρουμένου νῆσοι φαίνονται, κατὰ δὲ τὰς ἀμπώτεις ἀπορρεούσης τῆς θαλάττης καὶ πολὺν τόπον ἀναξη- ραινούσης θεωροῦνται χερρόνησοι. ἐντεῦθεν δ᾿ οἱ 4 25 ἔμποροι παρὰ τῶν ἐγχωρίων ὠνοῦνται καὶ διακομί- ζουσιν εἰς τὴν Γαλατίαν· τὸ δὲ τελευταῖον πεζῇ διὰ τῆς Γαλατίας πορευθέντες ἡμέρας ὡς τριάκοντα
2 τὰ om. D 4 Βρετταν omnes cod. in c. 22 (item κασσιτερ.) 10 οὗτοι] αὐτοὶ D 12 πῶρον D; τὴν βῶ- λον Hertl. 20 καὶ τῆς] καὶ D