Textus Originalis
Ol. 78, 4 : 465 a. Chr. 321
τὴν βασιλείαν εἰς ἑαυτὸν μεταστῆσαι. ἀνακοινωσά- μενος δὲ τὴν ἐπιβουλὴν πρὸς Μιθριδάτην τὸν εὐνοῦ- χον, ὃς ἦν κατακοιμιστὴς τοῦ βασιλέως καὶ τὴν κυριωτάτην ἔχων πίστιν, ἅμα δὲ καὶ συγγενὴς ὢν 5 Ἀρταβάνου καὶ φίλος ὑπήκουσε πρὸς τὴν ἐπιβουλήν. ὑπὸ τούτου δὲ νυκτὸς εἰσαχθεὶς ὁ Ἀρτάβανος εἰς 2 τὸν κοιτῶνα, καὶ τὸν Ξέρξην ἀνελών, ὥρμησεν ἐπὶ τοὺς υἱοὺς τοῦ βασιλέως. ἦσαν δὲ οὗτοι τρεῖς τὸν ἀριθμόν, Δαρεῖος μὲν ὁ πρεσβύτατος καὶ Ἀρταξέρ- 10 ξης, ἐν τοῖς βασιλείοις διατρίβοντες, ὁ δὲ τρίτος 457 Ὑστάσπης ἀπόδημος ὢν κατ᾿ ἐκεῖνον τὸν καιρόν· εἶχε γὰρ τὴν ἐν Βάκτροις σατραπείαν. ὁ δ᾿ οὖν 3 Ἀρτάβανος παραγενόμενος ἔτι νυκτὸς οὔσης πρὸς τὸν Ἀρταξέρξην ἔφησε Δαρεῖον τὸν ἀδελφὸν αὐτοῦ 15 φονέα γεγονέναι τοῦ πατρὸς καὶ τὴν βασιλείαν εἰς ἑαυτὸν περισπᾶν. συνεβούλευσεν οὖν αὐτῷ πρὸ τοῦ 4 κατασχεῖν ἐκεῖνον τὴν ἀρχὴν σκοπεῖν ὅπως μὴ δου- λεύσῃ διὰ ῥᾳθυμίαν, ἀλλὰ βασιλεύσῃ τὸν φονέα τοῦ πατρὸς τιμωρησάμενος· ἐπηγγείλατο δ᾿ αὐτῷ 20 συνεργοὺς παρέξεσθαι τοὺς δορυφόρους τοῦ βασι- λέως. πεισθέντος δὲ τοῦ Ἀρταξέρξου καὶ παραχρῆμα 5 μετὰ τῶν δορυφόρων ἀνελόντος τὸν ἀδελφὸν Δαρεῖον, ὁρῶν αὐτῷ τὴν ἐπιβολὴν εὐροοῦσαν, καὶ παραλαβὼν τοὺς ἰδίους υἱοὺς καὶ φήσας καιρὸν ἔχειν τὴν βασι- 25 λείαν κατακτήσασθαι, παίει τῷ ξίφει τὸν Ἀρταξέρξην. ὁ δὲ τρωθεὶς καὶ οὐδὲν παθὼν ὑπὸ τῆς πληγῆς 6
2 δὲ om. P ἐπιβολὴν Wurm 8 υἱοὺς — 10 δια- τρίβοντες om. P 15 γεγονέναι P, γενέσθαι v. 16 συνε- βούλευεν v. 18 φόνον FJM 19 αὐτῷ] αὐτὸς P 23 αὐτῷ PAJL ἐπιβουλὴν v. (V 20, 1) 25*