Textus Originalis
322 DIODOR. XI 69. 70. 71.
ἠμύνατο τὸν Ἀρτάβανον καὶ κατενέγκας αὐτοῦ πλη- γὴν καιρίαν ἀπέκτεινε. παραδόξως δὲ σωθεὶς ὁ Ἀρταξέρξης καὶ τὸν φονέα τοῦ πατρὸς τετιμωρημένος παρέλαβε τὴν τῶν Περσῶν βασιλείαν. Ξέρξης μὲν οὖν τὸν εἰρημένον τρόπον ἐτελεύτησε, βασιλεύσας 5 τῶν Περσῶν ἔτη πλείω τῶν εἴκοσι, τὴν δὲ ἀρχὴν διαδεξάμενος ὁ Ἀρταξέρξης ἐβασίλευσεν ἔτη τεττα- ράκοντα. 70 Ἐπ᾿ ἄρχοντος δ᾿ Ἀθήνησιν Ἀρχεδημίδου ῾Ρωμαῖοι μὲν κατέστησαν ὑπάτους Αὖλον Οὐεργίνιον καὶ 10 Τίτον Μινούκιον, ὀλυμπιὰς δ᾿ ἤχθη ἑβδομηκοστὴ καὶ ἐνάτη, καθ᾿ ἣν ἐνίκα στάδιον Ξενοφῶν Κορίν- θιος. ἐπὶ δὲ τούτων ἀποστάντες Θάσιοι ἀπὸ Ἀθη- ναίων, μετάλλων ἀμφισβητοῦντες, ἐκπολιορκηθέντες ὑπὸ τῶν Ἀθηναίων ἠναγκάσθησαν πάλιν ὑπ᾿ ἐκεί- 15 2 νους τάττεσθαι. ὁμοίως δὲ καὶ Αἰγινήτας ἀποστάν- τας Ἀθηναῖοι χειρωσόμενοι τὴν Αἴγιναν πολιορκεῖν ἐπεχείρησαν· αὕτη γὰρ ἡ πόλις τοῖς κατὰ θάλατταν ἀγῶσι πολλάκις εὐημεροῦσα φρονήματός τε πλήρης ἦν καὶ χρημάτων καὶ τριήρων εὐπορεῖτο, καὶ τὸ 20 σύνολον ἀλλοτρίως ἀεὶ διέκειτο πρὸς Ἀθηναίους. 3 διόπερ στρατεύσαντες ἐπ᾿ αὐτὴν τὴν χώραν ἐδῄωσαν, καὶ τὴν Αἴγιναν πολιορκοῦντες ἔσπευδον ἑλεῖν κατὰ κράτος. καθόλου γὰρ ἐπὶ πολὺ τῇ δυνάμει προ- κόπτοντες οὐκέτι τοῖς συμμάχοις ὥσπερ πρότερον 25 ἐπιεικῶς ἐχρῶντο, ἀλλὰ βιαίως καὶ ὑπερηφάνως
2 καίριον AL 3 τιμωρησάμενος JKM 9 ἀρχεδη- μήδου P 10 Αὖλον] παῦλον f 14 μετ᾿ ἄλλων PA ἀμφισβητοῦντες PAH, ἀμφισβητοῦντες ἕνεκα cet. 17 Ἀθη- ναῖοι — 19 φρονήματός τε om. P χειρωσάμενοι cod., corr. Wurm 23 ** ἑλεῖν P, αἱρεῖν A, ἀνελεῖν cet.