Textus Originalis
Ol. 79, 1. 2 : 464. 463 a. Chr. 323
ἦρχον. διόπερ οἱ πολλοὶ τῶν συμμάχων τὴν βαρύ- 4 τητα φέρειν ἀδυνατοῦντες ἀλλήλοις διελέγοντο περὶ ἀποστάσεως, καί τινες τοῦ κοινοῦ συνεδρίου κατα- φρονήσαντες κατ᾿ ἰδίαν ἐτάττοντο. ἅμα δὲ τούτοις 5 458 πραττομένοις Ἀθηναῖοι θαλαττοκρατοῦντες εἰς Ἀμ- φίπολιν ἐξέπεμψαν οἰκήτορας μυρίους, οὓς μὲν ἐκ τῶν πολιτῶν, οὓς δ᾿ ἐκ τῶν συμμάχων καταλέξαντες, καὶ τὴν χώραν κατακληρουχήσαντες μέχρι μέν τινος ἐκράτουν τῶν Θρᾳκῶν, ὕστερον δὲ αὐτῶν ἀναβάντων 10 εἰς Θρᾴκην συνέβη πάντας τοὺς εἰσβαλόντας εἰς τὴν χώραν τῶν Θρᾳκῶν ὑπὸ τῶν Ἠδωνῶν καλουμένων διαφθαρῆναι. Ἐπ᾿ ἄρχοντος δ᾿ Ἀθήνησι Τληπολέμου ῾Ρωμαῖοι 71 κατέστησαν ὑπάτους Τίτον Κοΐντιον καὶ Κόιντον 15 Σερουίλιον Στροῦκτον. ἐπὶ δὲ τούτων Ἀρταξέρξης ὁ βασιλεὺς τῶν Περσῶν ἄρτι τὴν βασιλείαν ἀνα- κτησάμενος, τὸ μὲν πρῶτον κολάσας τοὺς μετεσχη- κότας τῆς τοῦ πατρὸς ἀναιρέσεως διέταξε τὰ κατὰ τὴν βασιλείαν συμφερόντως αὑτῷ. τῶν μὲν γὰρ 2 20 ὑπαρχόντων σατραπῶν τοὺς ἀλλοτρίως ἔχοντας πρὸς αὑτὸν ἀπέστησε, τῶν δὲ αὑτοῦ φίλων ἐπιλέξας τοὺς εὐθέτους παρέδωκε τὰς σατραπείας. ἐπεμελήθη δὲ καὶ τῶν προσόδων καὶ τῆς δυνάμεων κατασκευῆς, καὶ καθόλου τὴν βασιλείαν ὅλην ἐπιεικῶς διοικῶν 25 μεγάλης ἀποδοχῆς ἐτύγχανε παρὰ τοῖς Πέρσαις. οἱ 3 δὲ τὴν Αἴγυπτον κατοικοῦντες πυθόμενοι τὴν Ξέρ- ξου τελευτὴν καὶ τὴν ὅλην ἐπίθεσιν καὶ ταραχὴν
14 κουΐντιον καὶ κούντιον P 19 τὴν om. P 21 αὑτοῦ PAFL 23 τῆς Dind., τῶν cod. κατασκευῆς Dind., καὶ σκευῆς cod., παρασκευῆς Wess.