Textus Originalis

324 DIODOR. XI 71. 72.

ἐν τῇ βασιλείᾳ τῶν Περσῶν, ἔκριναν ἀντέχεσθαι τῆς ἐλευθερίας. εὐθὺς οὖν ἀθροίσαντες δύναμιν ἀπέστησαν τῶν Περσῶν, καὶ τοὺς φορολογοῦντας τὴν Αἴγυπτον τῶν Περσῶν ἐκβαλόντες κατέστησαν 4 βασιλέα τὸν ὀνομαζόμενον Ἰναρώ. οὗτος δὲ τὸ μὲν 5 πρῶτον ἐκ τῶν ἐγχωρίων κατέλεγε στρατιώτας, μετὰ δὲ ταῦτα καὶ μισθοφόρους ἐκ τῶν ἀλλοεθνῶν ἀθροί- ζων κατεσκεύαζε δύναμιν ἀξιόχρεων. ἔπεμψε δὲ καὶ πρὸς Ἀθηναίους πρέσβεις περὶ συμμαχίας, ὑπισχνού- μενος αὐτοῖς, ἐὰν ἐλευθερώσωσι τοὺς Αἰγυπτίους, 10 κοινὴν αὐτοῖς παρέξεσθαι τὴν βασιλείαν καὶ πολλα- 5 πλασίους τῆς εὐεργεσίας ἀποδώσειν χάριτας. οἱ δὲ Ἀθηναῖοι κρίναντες συμφέρειν αὐτοῖς τοὺς μὲν Πέρσας εἰς τὸ δυνατὸν ταπεινοῦν, τοὺς δὲ Αἰγυ- πτίους ἰδίους ἑαυτοῖς παρασκευάσαι πρὸς τὰ παρά- 15 λογα τῆς τύχης, ἐψηφίσαντο τριακοσίαις τριήρεσι 6 βοηθεῖν τοῖς Αἰγυπτίοις. οἱ μὲν οὖν Ἀθηναῖοι μετὰ πολλῆς προθυμίας περὶ τὴν τοῦ στόλου παρασκευὴν ἐγίνοντο. Ἀρταξέρξης δὲ πυθόμενος τὴν ἀπόστασιν τῶν Αἰγυπτίων καὶ τὰς εἰς τὸν πόλεμον παρασκευάς, 20 ἔκρινε δεῖν τῷ μεγέθει τῶν δυνάμεων ὑπερᾶραι τοὺς Αἰγυπτίους. εὐθὺς οὖν ἐξ ἁπασῶν τῶν σατρα- πειῶν κατέλεγε στρατιώτας καὶ ναῦς κατεσκεύαζε, καὶ τῆς ἄλλης ἁπάσης παρασκευῆς ἐπιμέλειαν ἐποιεῖτο. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν καὶ τὴν Αἴγυπτον ἐν 25 τούτοις ἦν. 72 Κατὰ δὲ τὴν Σικελίαν ἄρτι καταλελυμένης τῆς

13 κρίνοντες P συμφέρειν PAH, συμφέρον cet. 15 αὑτοῖς P 16 τριακοσίαις] cf. c. 74, 3. XIII 25, 2. Thuc. 1, 104 18 προθυμίας Wess., παρασκευῆς cod. παρασκευὴν Wess., προθυμίαν cod. 23 κατεσκεύασε AFJ