Textus Originalis
Ol. 79, 2 : 463 a. Chr. 325
ἐν ταῖς Συρακούσαις τυραννίδος καὶ πασῶν τῶν κατὰ τὴν νῆσον πόλεων ἠλευθερωμένων, πολλὴν ἐπίδοσιν ἐλάμβανεν ἡ σύμπασα Σικελία πρὸς εὐδαι- μονίαν· εἰρήνην γὰρ ἔχοντες οἱ Σικελιῶται καὶ χώ- 5 ραν ἀγαθὴν νεμόμενοι, διὰ τὸ πλῆθος τῶν καρπῶν 459 ταχὺ ταῖς οὐσίαις ἀνέτρεχον καὶ τὴν χώραν ἐπλή- ρωσαν οἰκετῶν καὶ κτηνῶν καὶ τῆς ἄλλης εὐδαιμο- νίας, μεγάλας μὲν λαμβάνοντες προσόδους, οὐδὲν δὲ εἰς τοὺς εἰωθότας πολέμους ἀναλίσκοντες. μετὰ 2 10 δὲ ταῦτα πάλιν εἰς πολέμους καὶ στάσεις ἐνέπεσον διὰ τοιαύτας τινας αἰτίας. καταλύσαντες τὴν Θρα- συβούλου τυραννίδα συνήγαγον ἐκκλησίαν, καὶ περὶ τῆς ἰδίας δημοκρατίας βουλευσάμενοι πάντες ὁμο- γνωμόνως ἐψηφίσαντο Διὸς μὲν ἐλευθερίου κολοτ- 15 τιαῖον ἀνδριάντα κατασκευάσαι, κατ᾿ ἐνιαυτὸν δὲ θύειν ἐλευθέρια καὶ ἀγῶνας ἐπιφανεῖς ποιεῖν κατὰ τὴν αὐτὴν ἡμέραν, ἐν ᾗ τὸν τύραννον καταλύσαντες ἠλευθέρωσαν τὴν πατρίδα· θύειν δ᾿ ἐν τοῖς ἀγῶσι τοῖς θεοῖς ταύρους τετρακοσίους καὶ πεντήκοντα, 20 καὶ τούτους δαπανᾶν εἰς τὴν τῶν πολιτῶν εὐωχίαν. τὰς δὲ ἀρχὰς ἁπάσας τοῖς ἀρχαίοις πολίταις ἀπένε- 3 μον· τοὺς δὲ ξένους τοὺς ἐπὶ τοῦ Γέλωνος πολι- τευθέντας οὐχ ἠξίουν μετέχειν ταύτης τῆς τιμῆς, εἴτε οὐκ ἀξίους κρίναντες, εἴτε καὶ ἀπιστοῦντες μή- 25 ποτε συντεθραμμένοι τυραννίδι καὶ μονάρχῳ συνε- στρατευμένοι νεωτερίζειν ἐπιχειρήσωσιν· ὅπερ καὶ συνέβη γενέσθαι. τοῦ γὰρ Γέλωνος πλείονας τῶν μυρίων πολιτογραφήσαντος ξένους μισθοφόρους, ἐκ
10 πολέμους] ταραχὰς Dind. (c. 76, 6) 14 ἐλευθεριαίου f 22 τοῦ om. v. 25 συντεθρεμμένοι P