Textus Originalis

326 DIODOR. XI 73. 74.

τούτων περιελείποντο πλείους τῶν ἑπτακισχιλίων 73 κατὰ τοὺς ὑποκειμένους καιρούς. οὗτοι τῆς ἐκ τῶν ἀρχαιρεσιῶν τιμῆς ἀπελαυνόμενοι χαλεπῶς ἔφερον, καὶ συμφρονήσαντες ἀπέστησαν τῶν Συρακοσίων, καὶ τῆς πόλεως κατελάβοντο τήν τε Ἀχραδινὴν καὶ 5 τὴν Νῆσον, ἀμφοτέρων τῶν τόπων τούτων ἐχόντων 2 ἴδιον τεῖχος καλῶς κατεσκευασμένον. οἱ δὲ Συρακό- σιοι πάλιν ἐμπεσόντες εἰς ταραχὴν τὸ λοιπὸν τῆς πόλεως κατεῖχον, καὶ τὸ πρὸς τὰς Ἐπιπολὰς τετραμ- μένον αὐτῆς ἀπετείχισαν καὶ πολλὴν ἀσφάλειαν 10 ἑαυτοῖς κατεσκεύασαν· εὐθὺς γὰρ τῆς ἐπὶ τὴν χώραν ἐξόδου τοὺς ἀφεστηκότας εὐχερῶς εἶργον καὶ ταχὺ 3 τῶν ἐπιτηδείων ἐποίησαν ἀπορεῖν. οἱ δὲ ξένοι τοῖς μὲν πλήθεσιν ἐλείποντο τῶν Συρακοσίων, ταῖς δὲ ἐμπειρίαις ταῖς κατὰ πόλεμον πολὺ προεῖχον· διὸ 15 καὶ γινομένων κατὰ τὴν πόλιν ἐπιθέσεων καὶ κατὰ μέρος συμπλοκῶν, ταῖς μὲν μάχαις οἱ ξένοι ἐπρο- τέρουν, εἰργόμενοι δὲ τῆς χώρας ἐλείποντο ταῖς παρασκευαῖς καὶ τροφῆς ἐσπάνιζον. καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν. 20 74 Ἐπ᾿ ἄρχοντος δ᾿ Ἀθήνησι Κόνωνος ἐν ῾Ρώμῃ, τὴν ὕπατον ἀρχὴν εἶχον Κόιντος Φάβιος Οὐιβου- λανὸς καὶ Τιβέριος Αἰμίλιος Μάμερκος. ἐπὶ δὲ τού- των Ἀρταξέρξης μὲν ὁ βασιλεὺς τῶν Περσῶν κατέ- στησε στρατηγὸν ἐπὶ τὸν πρὸς Αἰγυπτίους πόλεμον 25 Ἀχαιμένην τὸν Δαρείου μὲν υἱόν, ἑαυτοῦ δὲ θεῖον· τούτῳ δὲ παραδοὺς στρατιωτῶν ἱππέων τε καὶ πεζῶν ὑπὲρ τὰς τριάκοντα μυριάδας προσέταξε καταπολε-

3 ἀρχαιρεσίων P 9 ἐπιπολλὰς PA 10 ἐπετείχισαν v. 22 οὐβουλανός cod.