Textus Originalis

Ol. 79, 3 : 462 a. Chr. 327

μῆσαι τοὺς Αἰγυπτίους. οὗτος μὲν οὖν ἐπειδὴ κα- 2 τήντησεν εἰς Αἴγυπτον, κατεστρατοπέδευσε πλησίον 460 τοῦ Νείλου, καὶ τὴν δύναμιν ἐκ τῆς ὁδοιπορίας ἀναλαβὼν παρεσκευάζετο τὰ πρὸς τὴν μάχην· οἱ δ᾿ 5 Αἰγύπτιοι συνηθροικότες ἐκ τῆς Λιβύης καὶ τῆς Αἰγύπτου τὴν δύναμιν, ἀνέμενον τὴν παρὰ τῶν Ἀθηναίων συμμαχίαν. καταπλευσάντων δὲ τῶν Ἀθη- 3 ναίων εἰς τὴν Αἴγυπτον μετὰ διακοσίων νεῶν, καὶ μετὰ τῶν Αἰγυπτίων παραταξαμένων πρὸς τοὺς 10 Πέρσας, ἐγένετο μάχη καρτερά. καὶ μέχρι μέν τινος οἱ Πέρσαι τοῖς πλήθεσι προέχοντες ἐπλεονέκτουν, μετὰ δὲ ταῦτα τῶν Ἀθηναίων βιασαμένων καὶ τοὺς καθ᾿ ἑαυτοὺς τεταγμένους τρεψαμένων καὶ πολλοὺς ἀναιρούντων, τὸ λοιπὸν πλῆθος τῶν βαρβάρων πρὸς 15 φυγὴν ὥρμησε. πολλοῦ δὲ κατὰ τὴν φυγὴν γενο- 4 μένου φόνου, τὸ τελευταῖον οἱ μὲν Πέρσαι τὸ πλέον μέρος τῆς δυνάμεως ἀποβαλόντες κατέφυγον ἐπὶ τὸ καλούμενον Λευκὸν τεῖχος, οἱ δ᾿ Ἀθηναῖοι ταῖς ἰδίαις ἀνδραγαθίαις νίκημα περιπεποιημένοι συνε- 20 δίωξαν τοὺς βαρβάρους εἰς τὸ προκείμενον χωρίον, καὶ οὐκ ἀφίσταντο τῆς πολιορκίας. Ἀρταξέρξης δὲ 5 πυθόμενος τὴν τῶν ἰδίων ἧτταν, τὸ μὲν πρῶτον ἀπέστειλέ τινας τῶν φίλων μετὰ πολλῶν χρημάτων εἰς τὴν Λακεδαίμονα, καὶ τοὺς Λακεδαιμονίους ἠξίου 25 πόλεμον ἐξενεγκεῖν τοῖς Ἀθηναίοις, νομίζων οὕτω τοὺς ἐν Αἰγύπτῳ νικῶντας Ἀθηναίους ἀποπλεύσειν εἰς τὰς Ἀθήνας βοηθήσοντας τῇ πατρίδι· τῶν δὲ 6 Λακεδαιμονίων οὔτε χρήματα δεξαμένων οὔτε ἄλλως

13 κρίνοντες P συμφέρειν PAH, συμφέρον cet. 15 αὐτοῖς P 16 τριακοσίαις] cf. c. 74,3. XIII 25, 2. Thuc. 1, 104 18 προθυμίας Wess., παρασκευῆς cod. παρασκευὴν Wess., προθυμίαν cod. 23 κατεσκεύασε AFJ