Textus Originalis
328 DIODOR. XI 74. 75. 76.
προσεχόντων τοῖς ὑπὸ Περσῶν ἀξιουμένοις ἀπογνοὺς τὴν ἀπὸ τῶν Λακεδαιμονίων βοήθειαν ὁ Ἀρταξέρξης ἄλλας δυνάμεις παρεσκευάζετο· ἐπιστήσας δὲ αὐτοῖς ἡγεμόνας Ἀρτάβαζον καὶ Μεγάβυζον, ἄνδρας ἀρετῇ διαφέροντας, ἐξέπεμψε πολεμήσοντας τοῖς Αἰγυπτίοις. 5 75 Ἐπ᾿ ἄρχοντος δ᾿ Ἀθήνησιν Εὐθίππου ῾Ρωμαῖοι κατέστησαν ὑπάτους Κόιντον Σερουίλιον καὶ Σπόριον Ποστούμιον Ἀλβῖνον. ἐπὶ δὲ τούτων κατὰ τὴν Ἀσίαν Ἀρτάβαζος καὶ Μεγάβυζος ἐκπεμφθέντες ἐπὶ τὸν πρὸς Αἰγυπτίους πόλεμον ἀνέζευξαν ἐκ τῆς Περσί- 10 δος, ἔχοντες στρατιώτας ἱππεῖς καὶ πεζοὺς πλείους 2 τῶν τριάκοντα μυριάδων. ὡς δ᾿ ἦλθον εἰς Κιλικίαν καὶ Φοινίκην, τὰς μὲν πεζὰς δυνάμεις ἀνελάμβανον ἐκ τῆς ὁδοιπορίας, ναῦς δὲ προσέταξαν κατασκευάζειν τοῖς τε Κυπρίοις καὶ Φοίνιξι καὶ τοῖς τὴν Κιλικίαν 15 οἰκοῦσι. καταρτισθεισῶν δὲ τριήρων τριακοσίων, ταύτας ἐκόσμησαν ἐπιβάταις τε τοῖς κρατίστοις καὶ ὅπλοις καὶ βέλεσι καὶ τοῖς ἄλλοις τοῖς πρὸς ναυ- 3 μαχίαν χρησίμοις. οὗτοι μὲν οὖν περὶ τὰς παρα- σκευὰς ἐγίνοντο καὶ γυμνασίας τῶν στρατιωτῶν 20 ἐποιοῦντο καὶ συνείθιζον ἅπαντας ταῖς πολεμικαῖς 461 ἐμπειρίαις, καὶ περὶ ταῦτα διέτριψαν σχεδόν τι τὸν 4 ὑποκείμενον ἐνιαυτόν· οἱ δὲ κατὰ τὴν Αἴγυπτον Ἀθηναῖοι τοὺς περὶ τὴν Μέμφιν καταφυγόντας εἰς τὸ Λευκὸν τεῖχος ἐπολιόρκουν· ἀμυνομένων δὲ τῶν 25
5 τοὺς Αἰγυπτίους P (c. 76, 3) 6 εὐθίπου P, εὐίππου v. 7 σπούριον cod. 10 Περσίδος PFHK, πατρίδος cet. 12 εἰς PAL, εἰς τὴν cet. 16 καταρτισθέντων cod., corr. Wess. 19 περὶ PAL, παρὰ cet. 24 καταφυγόντας PA, καταφεύγοντας cet.