Textus Originalis

34 DIODORI SICULI

κατάγουσιν ἐπὶ τῶν ἵππων τὰ φορτία πρὸς τὴν ἐκ- βολὴν τοῦ ῾Ροδανοῦ ποταμοῦ. Περὶ μὲν οὖν τοῦ καττιτέρου τοῖς ῥηθεῖσιν ἀρκε- 23σθησόμεθα, περὶ δὲ τοῦ καλουμένου ἠλέκτρου νῦν διέξιμεν. τῆς Σκυθίας τῆς ὑπὲρ τὴν Γαλατίαν κατ᾿ 5 ἀντικρὺ νῆσός ἐστι πελαγία κατὰ τὸν ὠκεανὸν ἡ προσαγορευομένη Βασίλεια. εἰς ταύτην ὁ κλύδων ἐκβάλλει δαψιλὲς τὸ καλούμενον ἤλεκτρον, οὐδα- 348 μοῦ δὲ τῆς οἰκουμένης φαινόμενον. περὶ δὲ τού- του πολλοὶ τῶν παλαιῶν ἀνέγραψαν μύθους παν- 10 τελῶς ἀπιστουμένους καὶ διὰ τῶν ἀποτελεσμάτων 2 ἐλεγχομένους. πολλοὶ γὰρ τῶν τε ποιητῶν καὶ τῶν συγγραφέων φασὶ Φαέθοντα τὸν Ἡλίου μὲν υἱόν, παῖδα δὲ τὴν ἡλικίαν ὄντα, πεῖσαι τὸν πατέρα μίαν ἡμέραν παραχωρῆσαι τοῦ τεθρίππου· συγχωρηθέν- 15 τος δ᾿ αὐτῷ τούτου, τὸν μὲν Φαέθοντα ἐλαύνοντα τὸ τέθριππον μὴ δύνασθαι κρατεῖν τῶν ἡνιῶν, τοὺς δ᾿ ἵππους καταφρονήσαντας τοῦ παιδὸς ἐξενεχθῆ- ναι τοῦ συνήθους δρόμου, καὶ τὸ μὲν πρῶτον κατὰ τὸν οὐρανὸν πλανωμένους ἐκπυρῶσαι τοῦτον καὶ 20 ποιῆσαι τὸν νῦν γαλαξίαν καλούμενον κύκλον, μετὰ δὲ ταῦτα πολλὴν τῆς οἰκουμένης ἐπιφλέξαντας οὐκ 3 ὀλίγην κατακάειν χώραν. διὸ καὶ τοῦ Διὸς ἀγα- νακτήσαντος ἐπὶ τοῖς γεγενημένοις, κεραυνῶσαι μὲν τὸν Φαέθοντα, ἀποκαταστῆσαι δὲ τὸν ἥλιον ἐπὶ τὴν 25 συνήθη πορείαν. τοῦ δὲ Φαέθοντος πεσόντος πρὸς τὰς ἐκβολὰς τοῦ νῦν καλουμένου Πάδου ποταμοῦ,

5 ὑπὲρ] περὶ D 12 τε et τῶν om. CFG 17 τὸ F, τὸν cet. ἡνίων D 23 τὸν Δία ἀγανακτήσαντα II 27 Πάδου καλουμένου v.; μὲν add. Hertl.