Textus Originalis

Ol. 75, 2 : 479 a. Chr. 267

συντελεῖν ἐν ταῖς Πλαταιαῖς. συναχθέντων δὲ τῶν 2 Ἑλλήνων εἰς τὸν Ἰσθμόν, ἐδόκει τοῖς πᾶσιν ὅρκον ὀμόσαι περὶ τοῦ πολέμου, τὸν στέξοντα μὲν τὴν ὁμόνοιαν αὐτῶν, ἀναγκάσοντα δὲ γενναίως τοὺς 5 κινδύνους ὑπομένειν. ὁ δὲ ὅρκος ἦν τοιοῦτος· οὐ 3 ποιήσομαι περὶ πλείονος τὸ ζῆν τῆς ἐλευθερίας, οὐδὲ καταλείψω τοὺς ἡγεμόνας οὔτε ζῶντας οὔτε ἀποθανόντας, ἀλλὰ τοὺς ἐν τῇ μάχῃ τελευτήσαν- τας τῶν συμμάχων πάντας θάψω, καὶ κρατήσας τῷ 10 πολέμῳ τῶν βαρβάρων οὐδεμίαν τῶν ἀγωνισαμέ- νων πόλεων ἀνάστατον ποιήσω, καὶ τῶν ἱερῶν τῶν ἐμπρησθέντων καὶ καταβληθέντων οὐδὲν ἀνοικοδο- μήσω, ἀλλ᾿ ὑπόμνημα τοῖς ἐπιγινομένοις ἐάσω καὶ καταλείψω τῆς τῶν βαρβάρων ἀσεβείας. τὸν δὲ ὅρ- 4 15 κον ὀμόσαντες ἐπορεύθησαν ἐπὶ τὴν Βοιωτίαν διὰ τοῦ Κιθαιρῶνος, καὶ πρὸς τὰς ὑπωρείας καταντή- σαντες πλησίον τῶν Ἐρυθρῶν, αὐτοῦ κατεστρατο- πέδευσαν. ἡγεῖτο δὲ τῶν μὲν Ἀθηναίων Ἀριστεί- δης, τῶν δὲ συμπάντων Παυσανίας, ἐπίτροπος ὢν 20 τοῦ Λεωνίδου παιδός. Μαρδόνιος δὲ πυθόμενος τὴν 30 τῶν πολεμίων δύναμιν προάγειν ἐπὶ Βοιωτίας, προ- ῆλθεν ἐκ τῶν Θηβῶν· καὶ παραγενόμενος ἐπὶ τὸν 428 Ἀσωπὸν ποταμὸν ἔθετο παρεμβολήν, ἣν ὠχύρωσε τάφρῳ βαθείᾳ καὶ τείχει ξυλίνῳ περιέλαβεν. ἦν

2 τοῖς πᾶσιν] μένουσιν PHL, μένοντα A; μὲν αὐτοῖς fort. 3 στέξοντα Rhod., στέρξοντα cod., στερεώσοντα Lam- bin, στηρίξοντα Reiske, συνέξοντα Madvig 4 τοὺς κ. ὑπο- μένειν] φέρειν τοὺς κ. f 11 ποιήσω] τὰς δὲ τὰ τοῦ βαρ- βάρου προελομένας ἁπάσας δεκατεύσω add. Lyc. Leocr. 81 12 ἀνοικοδομήσω Lyc. ib., οἰκοδομήσω cod.; οἰκοδομήσω — ἐάσω καὶ om. FJM 14 ἀσεβείας] ὑπόμνημα add. PAFHKLM 21 Βοιωτίαν v. 24 περιέβαλεν cod., corr. Wess.