Textus Originalis

268 DIODOR. XI 30. 31.

δὲ ὁ σύμπας ἀριθμὸς τῶν μὲν Ἑλλήνων εἰς δέκα 2 μυριάδας, τῶν δὲ βαρβάρων εἰς πεντήκοντα. πρῶ- τοι δὲ κατήρξαντο μάχης οἱ βάρβαροι νυκτὸς ἐκχυ- θέντες ἐπ᾿ αὐτοὺς καὶ πᾶσι τοῖς ἱππεῦσι πρὸς τὴν στρατοπεδείαν ἐπελάσαντες. τῶν δὲ Ἀθηναίων προ- 5 αισθομένων καὶ συντεταγμένῃ τῇ στρατιᾷ τεθαρρη- κότως ἀπαντώντων, συνέβη καρτερὰν γενέσθαι μά- 3 χην. τέλος δὲ τῶν Ἑλλήνων οἱ μὲν ἄλλοι πάντες τοὺς καθ᾿ αὑτοὺς ταχθέντας τῶν βαρβάρων ἐτρέ- ψαντο, μόνοι δὲ Μεγαρεῖς πρός τε τὸν ἵππαρχον 10 καὶ τοὺς ἀρίστους τῶν Περσῶν ἱππεῖς ἀνθεστῶτες, καὶ πιεζόμενοι τῇ μάχῃ, τὴν μὲν τάξιν οὐ κατέλι- πον, πρὸς δὲ τοὺς Ἀθηναίους καὶ Λακεδαιμονίους πέμψαντές τινας ἐξ αὑτῶν ᾔτουν κατὰ τάχος βοη- 4 θῆσαι. Ἀριστείδου δὲ τοὺς περὶ αὐτὸν τῶν Ἀθη- 15 ναίων ταχέως ἀποστείλαντος τοὺς ἐπιλέκτους, συ- στραφέντες οὗτοι καὶ προσπεσόντες τοῖς βαρβάροις τοὺς μὲν Μεγαρεῖς ἐξείλοντο τῶν κινδύνων τῶν ἐπικειμένων, τῶν δὲ Περσῶν αὐτόν τε τὸν ἵππαρ- χον καὶ πολλοὺς ἄλλους ἀποκτείναντες τοὺς λοι- 20 ποὺς ἐτρέψαντο. οἱ μὲν οὖν Ἕλληνες, ὡσπερεί τινι προαγῶνι λαμπρῶς προτερήσαντες, εὐέλπιδες ἐγέ- νοντο περὶ τῆς ὁλοσχεροῦς νίκης· μετὰ δὲ ταῦτα ἐκ τῆς ὑπωρείας μετεστρατοπέδευσαν εἰς ἕτερον 5 τόπον εὐθετώτερον πρὸς τὴν ὁλοσχερῆ νίκην. ἦν 25 γὰρ ἐκ μὲν τῶν δεξιῶν γεώλοφος ὑψηλός, ἐκ δὲ τῶν εὐωνύμων ὁ Ἀσωπὸς ποταμός· τὸν δ᾿ ἀνὰ μέ-

10 et 19 ἱππάρχην cod. 14 βοηθῆσαι P, βοηθήσειν AHKL, βοήθειαν cet. 21 ὡσπερεί Dind., ὥσπερ εἶπον PAHKL, ὥσπερ cet. 23 ταῦτα] οἱ μὲν Ἕλληνες add. P 27 ὁ om. P