Textus Originalis

336 DIODOR. XI 80. 81.

2 Γεράνειαν παρόδους. Λακεδαιμόνιοι δὲ πυνθανό- μενοι τὰ κατὰ τοὺς Ἀθηναίους παρῆλθον τῆς Βοιω- τίας εἰς Τάναγραν. τῶν δὲ Ἀθηναίων παραγενο- μένων εἰς τὴν Βοιωτίαν καὶ παρατάξεως γενομένης, ἰσχυρὰ συνέστη μάχη· καὶ τῶν μὲν Θετταλῶν μετα- 5 βαλομένων ἐν τῇ μάχῃ πρὸς τοὺς Λακεδαιμονίους, τῶν δὲ Ἀθηναίων καὶ τῶν Ἀργείων οὐδὲν ἧττον διαγωνιζομένων, ἔπεσον μὲν οὐκ ὀλίγοι παρ᾿ ἀμφο- 3 τέροις, νυκτὸς δ᾿ ἐπιλαβούσης διελύθησαν. μετὰ δὲ ταῦτα τοῖς Ἀθηναίοις κομιζομένης ἀγορᾶς πολλῆς 10 ἐκ τῆς Ἀττικῆς, οἱ Θετταλοὶ κρίναντες ἐπιθέσθαι ταύτῃ, τῆς ὥρας δειπνοποιησάμενοι νυκτὸς ἀπήντων 4 τοῖς κομίζουσι τὰς ἀγοράς. τῶν δὲ παραφυλαττόν- των Ἀθηναίων ἀγνοούντων καὶ προσδεξαμένων τοὺς Θετταλοὺς ὡς φίλους, συνέβη [καὶ] πολλοὺς καὶ 15 ποικίλους ἀγῶνας γενέσθαι περὶ τῆς ἀγορᾶς. τὸ μὲν γὰρ πρῶτον οἱ Θετταλοί, προσδεχθέντες ὑπὸ τῶν πολεμίων διὰ τὴν ἄγνοιαν, ἔκτεινον τοὺς ἐν- τυγχάνοντας, καὶ συντεταγμένοι τοῖς τεθορυβημένοις 5 συμπλεκόμενοι πολλοὺς ἀνῄρουν. οἱ δὲ κατὰ τὴν 20 στρατοπεδείαν ὄντες Ἀθηναῖοι πυθόμενοι τὴν τῶν Θετταλῶν ἐπίθεσιν, ἧκον κατὰ σπουδήν, καὶ τοὺς Θετταλοὺς ἐξ ἐφόδου τρεψάμενοι πολὺν ἐποίουν 6 φόνον. ἐπιβοηθησάντων δὲ τῶν Λακεδαιμονίων τοῖς Θετταλοῖς συντεταγμένῃ τῇ δυνάμει, καὶ τοῖς στρα- 25 τοπέδοις ὅλοις γενομένης παρατάξεως, συνέβη διὰ τὴν γενομένην φιλοτιμίαν πολλοὺς παρ᾿ ἀμφοτέροις

1 γερανίαν PA 5 ἰσχυρᾶς cod., corr. Reiske μετα- βαλλομένων PA 12 ταύτῃ Reiske, ταύτης cod. 15 καὶ del. Dind. 27 ἀμφοτέρων P