Textus Originalis

Ol. 80, 4 : 457 a. Chr. 337

ἀναιρεθῆναι· τέλος δὲ τῆς μάχης ἀμφίδοξον λαβού- σης τὸ τέλος, συνέβη τούς τε Λακεδαιμονίους ἀμφι- σβητῆσαι περὶ τῆς νίκης καὶ τοὺς Ἀθηναίους. τότε μὲν οὖν ἐπιλαβούσης νυκτὸς καὶ τῆς νίκης ἀμφιδό- 5 ξου γενομένης, διεπρεσβεύοντο πρὸς ἀλλήλους καὶ τετραμηνιαίους σπονδὰς ἐποιήσαντο. Τοῦ δ᾿ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι 81 μὲν ἦρχε Μνησιθείδης, ἐν ῾Ρώμῃ δ᾿ ὕπατοι κατε- στάθησαν Λούκιος Λουκράτιος καὶ Τίτος Οὐετούριος 466 Κιχωρῖνος. ἐπὶ δὲ τούτων Θηβαῖοι μὲν τεταπεινω- 10 μένοι διὰ τὴν πρὸς Ξέρξην αὐτοῖς γενομένην συμ- μαχίαν, ἐζήτουν δι᾿ οὗ τρόπου δύναιντ᾿ ἂν ἀνα- λαβεῖν τὴν πάτριον ἰσχύν τε καὶ δόξαν. διὸ καὶ 2 τῶν Βοιωτῶν ἁπάντων καταφρονούντων καὶ μηκέτι 15 προσεχόντων τοῖς Θηβαίοις, ἠξίουν τοὺς Λακεδαιμο- νίους τῇ πόλει συμπεριποιῆσαι τὴν ὅλην ἡγεμονίαν τῆς Βοιωτίας· ἐπηγγέλλοντο δ᾿ αὐτοῖς ἀντὶ ταύτης τῆς χάριτος ἰδίᾳ πολεμήσειν τοῖς Ἀθηναίοις, ὥστε μηδεμίαν ἀνάγκην εἶναι τοῖς Σπαρτιάταις ἐκτὸς τῆς 20 Πελοποννήσου δύναμιν ἐξαγαγεῖν πεζήν. οἱ δὲ Λα- 3 κεδαιμόνιοι κρίναντες συμφέροντα λέγειν αὐτούς, καὶ νομίζοντες τὰς Θήβας, ἐὰν αὐξήσωσιν, ἔσεσθαι τῆς τῶν Ἀθηναίων ὥσπερ ἀντίπαλόν τινα· διόπερ ἔχοντες τότε περὶ Τάναγραν ἕτοιμον καὶ μέγα στρα- 25 τόπεδον, τῆς μὲν τῶν Θηβαίων πόλεως μείζονα τὸν περίβολον κατεσκεύασαν, τὰς δ᾿ ἐν Βοιωτίᾳ πόλεις

6 τετραμηναίους cod., corr. Eich. 7 ἐνιαυσιαίου cod. 10 κιχωρῖνος PA, κιχώριος L, κιχωρηνός cet. 12 ἀνεζήτουν v. (c. 21, 3 XII 38, 4) δύναιντ᾿ ἂν Dind., δύναιντο cod. 16 ἡγεμονίαν τῆς Βοιωτίας PAF, τῆς Β. ἡγ. cet. 23 τῆς P, τῇ v. ἀντίπαλον P, ἀντίπολιν v. 26*