Textus Originalis
338 DIODOR. XI 81. 82. 83.
4 ἠνάγκασαν ὑποτάττεσθαι τοῖς Θηβαίοις. οἱ δὲ Ἀθη- ναῖοι τὴν ἐπιβολὴν τῶν Λακεδαιμονίων διακόψαι σπεύδοντες, δύναμιν ἀξιόλογον συνεστήσαντο, καὶ στρατηγὸν εἵλοντο Μυρωνίδην τὸν Καλλίου. οὗτος δὲ καταλέξας τῶν πολιτῶν τοὺς ἱκανοὺς παρήγγειλεν 5 αὐτοῖς, ἐκθέμενος ἡμέραν ἐν ᾗ τὴν ἐκ τῆς πόλεως 5 ἀνάζευξιν ἤμελλε ποιεῖσθαι. ἐπεὶ δ᾿ ὁ συντεταγμένος καιρὸς ἧκε, καὶ τῶν στρατιωτῶν τινες οὐ κατήντη- σαν πρὸς τὴν ὡρισμένην ἡμέραν, ἀναλαβὼν τοὺς προσεληλυθότας προῆγεν εἰς τὴν Βοιωτίαν. τῶν δὲ 10 ἡγεμόνων τινὲς καὶ τῶν φίλων ἔφασαν δεῖν ἀναμέ- νειν τοὺς καθυστεροῦντας, ὁ δὲ Μυρωνίδης, συνετὸς ὢν ἅμα καὶ δραστικὸς στρατηγός, οὐκ ἔφησεν ἀνα- μενεῖν· ἀπεφαίνετο γὰρ τοὺς μὲν ἑκουσίως καθυ- στεροῦντας τῆς ἐξόδου καὶ κατὰ τὴν μάχην ἀγεννῶς 15 καὶ δειλῶς ἕξειν, καὶ διὰ τοῦτο οὐδὲ τοὺς ὑπὲρ τῆς πατρίδος κινδύνους ὑποστήσεσθαι, τοὺς δ᾿ ἑτοί- μους κατὰ τὴν συντεταγμένην ἡμέραν παραγενηθέν- τας φανεροὺς εἶναι διότι καὶ τὴν ἐν τῷ πολέμῳ τάξιν οὐ καταλείψουσιν· ὅπερ καὶ συνέβη γενέσθαι. 20 6 ὀλίγους γὰρ προάγων στρατιώτας, καὶ τούτους ἀρί- στους ταῖς ἀνδραγαθίαις, παρετάξατο κατὰ τὴν Βοιωτίαν πρὸς πολλαπλασίους, καὶ κατὰ κράτος περιεγένετο τῶν ἀντιταχθέντων. 82 Δοκεῖ δ᾿ ἡ παράταξις αὕτη μηδεμιᾶς ἀπολείπεσθαι 25
6 συνθέμενος Hertl. 8 οὐκ ἀπήντησαν f 10 προ- εληλυθότας PAFHJL 11 δεῖν] μὴ add. P² 12 ὁ δὲ — καθυστεροῦντας om. P 13 στρατηγὸν cod., corr. Dind. ἀναμένειν cod. 15 καὶ] μὴ P² 16 οὐδὲ om. v. 19 διότι] ὅτι P² 22 κατὰ] καὶ κατὰ P 23 καὶ eras. P 25 παράταξις*] πρᾶξις cod.