Textus Originalis

Ol. 80, 4 : 457 a. Chr. 339

τῶν ἐν τοῖς ἔμπροσθεν χρόνοις γεγενημένων παρα- τάξεων τοῖς Ἀθηναίοις· ἥ τε γὰρ ἐν Μαραθῶνι γενομένη νίκη καὶ τὸ περὶ Πλαταιὰς κατὰ Περσῶν προτέρημα καὶ τἄλλα τὰ περιβόητα τῶν Ἀθηναίων 5 ἔργα δοκεῖ μηδὲν προέχειν τῆς μάχης ἧς ἐνίκησε Μυρωνίδης τοὺς Βοιωτούς. ἐκείνων γὰρ αἱ μὲν 2 ἐγένοντο πρὸς βαρβάρους, αἱ δὲ συνετελέσθησαν μετ᾿ ἄλλων συμμάχων, ταύτην δὲ τὴν παράταξιν 467 Ἀθηναῖοι μόνοι διακινδυνεύσαντες ἐνίκησαν καὶ 10 πρὸς Ἕλλήνων τοὺς ἀρίστους διηγωνίσαντο. δοκοῦσι 3 γὰρ οἱ Βοιωτοὶ κατὰ τὰς τῶν δεινῶν ὑπομονὰς καὶ τοὺς πολεμικοὺς ἀγῶνας μηδενὸς λείπεσθαι τῶν ἄλλων· ὕστερον γοῦν αὐτοὶ Θηβαῖοι περὶ Λεῦκτρα καὶ Μαντίνειαν μόνοι πρὸς Λακεδαιμονίους ἅπαντας 15 καὶ τοὺς συμμάχους παραταξάμενοι μεγίστην μὲν δόξαν ἐπ᾿ ἀνδρείᾳ κατεκτήσαντο, τῆς δ᾿ Ἑλλάδος ἁπάσης ἡγεμόνες ἀνελπίστως ἐγενήθησαν. τῶν δὲ 4 συγγραφέων, καίπερ τῆς μάχης ταύτης ἐπιφανοῦς γεγενημένης, οὐδεὶς οὔτε τὸν τρόπον αὐτῆς οὔτε 20 τὴν διάταξιν ἀνέγραψε. Μυρωνίδης μὲν οὖν ἐπι- φανεῖ μάχῃ νικήσας τοὺς Βοιωτοὺς ἐνάμιλλος ἐγε- νήθη τοῖς πρὸ αὑτοῦ γενομένοις ἡγεμόσιν ἐπιφανε- στάτοις, Θεμιστοκλεῖ καὶ Μιλτιάδῃ καὶ Κίμωνι. ὁ δὲ Μυρωνίδης μετὰ τὴν γενομένην νίκην Τάνα- 5 25 γραν μὲν ἐκπολιορκήσας, περιεῖλεν αὐτῆς τὰ τείχη, τὴν δὲ Βοιωτίαν ἅπασαν ἐπιὼν ἔτεμνε καὶ κατέ- φθειρε καὶ τοῖς στρατιώταις διελὼν τὰ λάφυρα πάν- τας ὠφελείαις ἁδραῖς ἐκόσμησεν. οἱ δὲ Βοιωτοὶ 83

1 πράξεων P 6 τοῖς Βοιωτοῖς Pᵃ 13 γ᾿ οὖν P, οὖν v. 19 οὐδὲ . . . οὐδ᾿ cod., corr. Dind. 27 καὶ om. v.