Textus Originalis
340 DIODOR. XI 83. 84.
παροξυνθέντες ἐπὶ τῇ διαφθορᾷ τῆς χώρας, συνε- στράφησαν πανδημεί, καὶ στρατεύσαντες ἤθροισαν μεγάλην δύναμιν. γενομένης δὲ μάχης ἐν Οἰνοφύ- τοις τῆς Βοιωτίας, καὶ τὸ δεινὸν ἀμφοτέρων ταῖς ψυχαῖς ἐρρωμένως ὑπομενόντων, διημέρευσαν ἐν τῇ 5 μάχῃ· μόγις δὲ τῶν Ἀθηναίων τρεψαμένων τοὺς Βοιωτούς, ὁ Μυρωνίδης πασῶν τῶν κατὰ τὴν Βοιω- 2 τίαν πόλεων ἐγκρατὴς ἐγένετο πλὴν Θηβῶν. μετὰ δὲ ταῦτα ἐκ τῆς Βοιωτίας ἀναζεύξας ἐστράτευσεν ἐπὶ Λοκροὺς τοὺς ὀνομαζομένους Ὀπουντίους. τού- 10 τους δὲ ἐξ ἐφόδου χειρωσάμενος, καὶ λαβὼν ὁμή- 3 ρους, ἐνέβαλεν εἰς τὴν Παρνασίαν. παραπλησίως δὲ τοῖς Λοκροῖς καὶ τοὺς Φωκεῖς καταπολεμήσας, καὶ λαβὼν ὁμήρους, ἀνέζευξεν εἰς τὴν Θετταλίαν, ἐγκα- λῶν μὲν περὶ τῆς γενομένης προδοσίας, προστάττων 15 δὲ καταδέχεσθαι τοὺς φυγάδας· τῶν δὲ Φαρσαλίων 4 οὐ προσδεχομένων, ἐπολιόρκει τὴν πόλιν. ἐπεὶ δὲ τὴν μὲν πόλιν οὐκ ἠδύνατο βίᾳ χειρώσασθαι, τὴν δὲ πολιορκίαν πολὺν χρόνον ὑπέμενον οἱ Φαρσάλιοι, τὸ τηνικαῦτα ἀπογνοὺς τὰ κατὰ τὴν Θετταλίαν ἐπα- 20 νῆλθεν εἰς τὰς Ἀθήνας. Μυρωνίδης μὲν οὖν ἐν ὀλίγῳ χρόνῳ μεγάλας πράξεις ἐπιτελεσάμενος περι- βόητον ἔσχε τὴν δόξαν παρὰ τοῖς πολίταις. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν. 84 Ἐπ᾿ ἄρχοντος δ᾿ Ἀθήνησι Καλλίου παρὰ μὲν 25 Ἠλείοις ὀλυμπιὰς ἤχθη μία πρὸς ταῖς ὀγδοήκοντα, καθ᾿ ἣν ἐνίκα στάδιον Πολύμναστος Κυρηναῖος, ἐν
4 ἀμφοτέραις P 8 Θηβαίων PA 12 Παρνασίαν Wurm et Madvig, παραλίαν Palmerius, φαρσαλίαν cod. 24 ἐνιαυτόν] ὕπατον P (in marg. χρόνον P¹)