Textus Originalis
V 22. 23. 24. 35
τὸ δὲ παλαιὸν Ἠριδανοῦ προσαγορευομένου, θρη- νῆσαι μὲν τὰς ἀδελφὰς αὐτοῦ τὴν τελευτὴν φιλο- τιμότατα, διὰ δὲ τὴν ὑπερβολὴν τῆς λύπης [ὑπὸ τῆς φύσεως] μετασχηματισθῆναι τὴν φύσιν, γενομένας 5 αἰγείρους. ταύτας δὲ κατ᾿ ἐνιαυτὸν κατὰ τὴν αὐ- 4 τὴν ὥραν δάκρυον ἀφιέναι, καὶ τοῦτο πηγνύμενον ἀποτελεῖν τὸ καλούμενον ἤλεκτρον, λαμπρότητι μὲν τῶν ὁμοφυῶν διαφέρον, ἐπιχωριάζον δ᾿ ἐν ταῖς τῶν νέων τελευταῖς κατὰ τὸ τούτων πένθος. διημαρ- 5 10 τηκότων δὲ πάντων τῶν τὸν μῦθον τοῦτον πεπλα- κότων καὶ διὰ τῶν ἀποτελεσμάτων ἐν τοῖς ὕστερον χρόνοις ἐλεγχομένων, προσεκτέον ταῖς ἀληθιναῖς ἱστορίαις· τὸ γὰρ ἤλεκτρον συνάγεται μὲν ἐν τῇ προειρημένῃ νήσῳ, κομίζεται δ᾿ ὑπὸ τῶν ἐγχωρίων 15 πρὸς τὴν ἀντιπέρας ἤπειρον, δι᾿ ἧς φέρεται πρὸς τοὺς καθ᾿ ἡμᾶς τόπους, καθότι προείρηται. Διεληλυθότες δὲ περὶ τῶν νήσων τῶν κειμένων 24 ἐν τοῖς πρὸς δυσμὰς μέρεσιν, οὐκ ἀνοίκειον εἶναι νομίζομεν περὶ τῶν πλησίον τῆς Εὐρώπης ἐθνῶν 20 βραχέα διελθεῖν, ἃ παραλελοίπαμεν ἐν ταῖς πρό- τερον βίβλοις. τῆς Κελτικῆς τοίνυν τὸ παλαιόν, ὥς φασιν, ἐδυνάστευσεν ἐπιφανὴς ἀνήρ, ᾧ θυγά- τηρ ἐγένετο τῷ μεγέθει τοῦ σώματος ὑπερφυής, τῇ δ᾿ εὐπρεπείᾳ πολὺ διέχουσα τῶν ἄλλων. αὕτη δὲ 25 διά τε τὴν τοῦ σώματος ῥώμην καὶ τὴν θαυμαζο- μένην εὐπρέπειαν πεφρονηματισμένη παντὸς τοῦ μνηστεύοντος τὸν γάμον ἀπηρνεῖτο, νομίζουσα μη-
3 ὑπὸ τῆς φύσεως del. Dind. 9 κατὰ] καὶ v. 16 προείρηται] περὶ τούτων add. CFG 22 ἐδυνάστευεν D 24 προέχουσα II 25 τε om. D