Textus Originalis

Ol. 81, 1 : 456 a. Chr. 341

῾Ρώμῃ δ᾿ ὑπῆρχον ὕπατοι Σερούιος Σουλπίκιος καὶ Πούπλιος Οὐολούμνιος Ἀμεντῖνος. ἐπὶ δὲ τούτων 2 Τολμίδης ὁ τεταγμένος ἐπὶ τῆς ναυτικῆς δυνάμεως, ἁμιλλώμενος πρὸς τὴν Μυρωνίδου ἀρετήν τε καὶ 468 5 δόξαν, ἔσπευδεν ἀξιόλογόν τι κατεργάσασθαι. διὸ 3 καὶ κατ᾿ ἐκείνους τοὺς καιροὺς μηδενὸς πρότερον πεπορθηκότος τὴν Λακωνικήν, παρεκάλεσε τὸν δῆμον δῃῶσαι τὴν τῶν Σπαρτιατῶν χώραν, ἐπηγγέλετο δὲ χιλίους ὁπλίτας παραλαβὼν εἰς τὰς τριήρεις μετὰ 10 τούτων πορθήσειν μὲν τὴν Λακωνικήν, ταπεινώσειν δὲ τὴν τῶν Σπαρτιατῶν δόξαν. συγχωρησάντων δὲ 4 τῶν Ἀθηναίων, βουλόμενος λαθραίως πλείονας ὁπλί- τας ἐξαγαγεῖν, τεχνάζεταί τι τοιοῦτον. οἱ μὲν πολῖ- ται διελάμβανον αὐτὸν καταλέξειν εἰς τὴν στρατιὰν 15 τῶν νέων τοὺς ἀκμάζοντας ταῖς ἡλικίαις καὶ τοῖς σώμασιν εὐρωστοτάτους· ὁ δὲ Τολμίδης σπεύδων μὴ μόνον τοὺς τεταγμένους χιλίους ἐξαγαγεῖν εἰς τὴν στρατείαν, προσιὼν ἑκάστῳ τῶν νέων καὶ τῇ ῥώμῃ διαφερόντων ἔλεγεν ὡς μέλλει καταλέγειν αὐτόν· 20 κρεῖττον οὖν ἔφησεν ἐθελοντὴν στρατεύειν μᾶλλον ἢ διὰ τῶν καταλόγων ἀναγκασθῆναι δοκεῖν. ἐπεὶ δὲ 5 πλείους τῶν τρισχιλίων τούτῳ τῷ λόγῳ συνέπεισεν ἐθελοντὴν ἀπογράφεσθαι, τοὺς δὲ λοιποὺς οὐκέτι σπεύδοντας ἑώρα, τότε τοὺς ὡμολογημένους χιλίους 25 κατέλεξεν ἐκ τῶν ἄλλων. ὡς δ᾿ αὐτῷ καὶ τἄλλα 6 τὰ πρὸς τὴν στρατείαν ἡτοίμαστο, πεντήκοντα μὲν

5 ἔσπευδεν om. v. 8 ἐπηγγέλετο PJL, ἐπηγγέλλετο cet. 12 ὁπλίτας Dind., πολίτας cod. 14 στρατείαν v. (c. 48, 4) 16 εὐρωστάτους v. 17 ἐξάγειν v. 18 στρατιάν cod., corr. Wess. 20 στρατεύειν μᾶλλον om. P 21 τῶν κατα- λόγων P¹, τὸν κατάλογον cet. 23 ἐθελοντί v.