Textus Originalis

342 DIODOR. XI 84. 85. 86.

τριήρεσιν ἀνήχθη καὶ τετρακισχιλίοις ὁπλίταις, κατα- πλεύσας δὲ τῆς Λακωνικῆς εἰς Μεθώνην, τοῦτο μὲν τὸ χωρίον εἷλε, τῶν δὲ Λακεδαιμονίων βοηθησάν- των ἀνέζευξε, καὶ παραπλεύσας εἰς τὸ Γύθειον, ἐπί- νειον τῶν Λακεδαιμονίων, χειρωσάμενος δὲ καὶ ταύ- 5 την τὴν πόλιν καὶ τὰ νεώρια τῶν Λακεδαιμονίων 7 ἐμπρήσας, τὴν χώραν ἐδῄωσεν. ἐκεῖθεν δὲ ἀναχθεὶς ἔπλευσε τῆς Κεφαλληνίας εἰς Ζάκυνθον· ταύτην δὲ χειρωσάμενος καὶ πάσας τὰς ἐν τῇ Κεφαλληνίᾳ πό- λεις προσαγαγόμενος, εἰς τὸ πέραν διέπλευσε καὶ 10 κατῆρεν εἰς Ναύπακτον. ὁμοίως δὲ καὶ ταύτην ἐξ ἐφόδου λαβών, κατῴκισεν εἰς ταύτην Μεσσηνίων τοὺς ἐπισήμους, ὑποσπόνδους ὑπὸ Λακεδαιμονίων 8 ἀφεθέντας· κατὰ γὰρ τὸν αὐτὸν χρόνον οἱ Λακε- δαιμόνιοι πρὸς τοὺς Εἵλωτας καὶ Μεσσηνίους πε- 15 πολεμηκότες ἐπὶ πλέον, τότε κρατήσαντες ἀμφοτέρων τοὺς μὲν ἐξ Ἰθώμης ὑποσπόνδους ἀφῆκαν, καθότι 469 προείρηται, τῶν δ᾿ Εἱλώτων τοὺς αἰτίους τῆς ἀπο- στάσεως κολάσαντες τοὺς ἄλλους κατεδουλώσαντο. 85 Ἐπ᾿ ἄρχοντος δ᾿ Ἀθήνησι Σωσιστράτου ῾Ρωμαῖοι 20 μὲν ὑπάτους κατέστησαν Πούπλιον Οὐαλέριον Πο- πλικόλαν καὶ Γάιον Κλώδιον ῾Ρήγιλλον. ἐπὶ δὲ τού- των Τολμίδης μὲν περὶ τὴν Βοιωτίαν διέτριβεν, Ἀθηναῖοι δὲ Περικλέα τὸν Ξανθίππου, τῶν ἀγαθῶν ἀνδρῶν, στρατηγὸν κατέστησαν, καὶ δόντες αὐτῷ 25 τριήρεις πεντήκοντα καὶ χιλίους ὁπλίτας ἐξέπεμψαν

4 Γύθιον cod. 8 et 9 Κεφαλην . . . v. 10 προσα- γόμενος v. 12 et 15 μεσην . . . P 16 τότε πεπολ. ἐπὶ πλεῖον κρατ. FJK 21 πουπλικόλαν P 22 Κλώδιον] Οὐαλέριον FM 24 ἀγαθῶν ἀνδρῶν] ἁπασῶν δυνάμεων Wurm